νοῦ καὶ γῆς ἵστασθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπὶ μὲν τοῦ πρώτου οὐρανοῦ καὶ τῆς γῆς ἐστι τοῦτο εἰκάσαι διὰ τὸ ἅμα γεγενῆσθαι αὐτά, ἐπὶ δὲ τοῦ στερεώματος καὶ τῆς γῆς οὐκέτι δυνατὸν τοῦτο νοηθῆναι· ἵστατο γὰρ ἡ γῆ πρὸ τοῦ στερεώμα τος, τὴν ἅπασαν βαστάζουσα ὑγρὰν οὐσίαν χωρὶς ἀνθολκῆς τοῦ στερεώματος· ὕστερον γὰρ τῆς γῆς γέγονε τὸ στερέωμα. Ἐρώτησις ξ. Eἰ ἡ διαφορὰ κατὰ τὰς μορφὰς χρήσιμος ἡμῖν ὑπάρχει ἐνταῦθα διὰ τὰς τοῦ σώματος χρείας καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ συναλλάγματα, ἀνενδεοῦς ἐν τῇ ἀναστάσει ἀνισταμένου τοῦ σώματος, εἰ μὲν τῇ αὐτῇ τῶν μορφῶν διαφορᾷ ἀνιστάμεθα, πῶς οὐκ ἄχρηστος αὕτη; Eἰ δὲ ἐν ὁμοιώματι τῷ αὐτῷ, τίς ἡ τούτου ἀπόδειξις; Πῶς δὲ καὶ ἡ τοῦ Λαζάρου καὶ τοῦ πλου σίου παραβολὴ τῶν μορφῶν οὐ δείκνυσι τὸ διάφορον; Πάν τως γὰρ ἐκ ταύτης δῆλον. Eἰ δὲ λέγοιέν τινες ὡς γνῶσίς τις ἐδόθη αὐτῷ πρὸς τὴν τοῦ Λαζάρου καὶ τοῦ Ἀβραὰμ ἐπίγνω σιν, πόθεν τοῦτο παραστήσουσι καὶ ἐπὶ τοῦ κυρίου, ἡνίκα σώματα τῶν ἁγίων τῶν κεκοιμημένων ἀνέστη καὶ ἐνεφανίσθη σαν πολλοῖς; Πάντως τῇ ἰδίᾳ μορφῇ τοῖς γνωρίμοις ἕκαστος εὐεπίγνωστος γέγονεν. Ἀπόκρισις. Πολλαὶ μέν εἰσιν αἱ αἰτίαι δι' ἃς χρὴ τοὺς ἀνισταμένους ἐν τῇ οἰκείᾳ ἀνίστασθαι μορφῇ. Πρῶτον μὲν πρὸς τὴν ἔν δειξιν τῆς μεγάλης τε καὶ θείας γνώσεως τοῦ θεοῦ, τοῦ δύ νασθαι ἐν τοσούτῳ ἀναριθμήτῳ πλήθει τῶν ἀνισταμένων ἑκά στῳ ἀποσωθῆναι τὴν οἰκείαν μορφήν. Ἔπειτα δὲ ἵνα μὴ νο μισθῇ δημιουργῶν καινοὺς ἀνθρώπους καὶ μὴ τοὺς τεθνηκότας ἀνιστῶν, διὰ τοῦτο ἕκαστον τῶν ἀνισταμένων τὴν οἰκείαν ἔχειν μορφήν. Ἀγνοουμένων γὰρ τῶν μορφῶν τοῦ τε ἀδικήσαντος καὶ τοῦ ἀδικηθέντος ἀπόλλυται τῆς κρίσεως τὸ δίκαιον. Ἔτι δὲ εἰ λυθεισῶν τῶν χρειῶν, δι' ἃς ἀναγκαία γέγονε τῶν μορ φῶν ἡ διαφορά, περιττὴ καὶ ἄχρηστος εὑρίσκεται αὕτη, πε ριττὴ καὶ ἄχρηστός ἐστι καὶ τῶν ὀνομασιῶν ἡ διαφορά. Πῶς οὖν ὁ πλούσιος τὸν Ἀβραὰμ καὶ τὸν Λάζαρον ἐξ ὀνόματος καλεῖ, ἐκ τῆς κατὰ τὴν ὀνομασίαν διαφορᾶς μὴ γνωριζομένων τῶν προσώπων; Τὸ δὲ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον διήγημα οὔτε παραβολή ἐστιν οὔτε ἱστορία· εἴγε ἡ μὲν παρα βολή ἐστι λόγος ὁμοιότητα περιέχων τοῦ γεγονότος πράγματος πρὸς τὸ ἐσόμενον, ἱστορία δὲ λόγος διήγησιν περιέχων τοῦ ἤδη γεγονότος πράγματος· οὔτε γὰρ πρὸ τῆς ἀναστάσεως τῶν ἑκά στῳ βεβιωμένων ἡ ἀνταπόδοσις γίνεται, οὔτε μετὰ τὴν ἀνά στασιν ἀληθὲς τὸ Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας, ἀκου σάτωσαν αὐτῶν. Ἔστι δὲ τὸ περὶ τοῦ Λαζάρου καὶ τοῦ πλου σίου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀν θρώπους. Ἐρώτησις ξα. Eἰ μόνος ἀθάνατός ἐστιν ὁ θεὸς κατὰ τὸν ἀπόστολον,