1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

25

ἡμῶν ἠκηκόει ταῖς τῶν ἄλλων ἐνθέμενος ἀκοαῖς, καὶ τούτῳ μάλιστα ᾧ κατ' ἀρχὰς ἐγὼ περιέτυχον ἕκαστα προσειπών, λόγον τε πείσας ἔνορκον ἡμῖν παρασχεῖν, οὕτως μηδὲν παρῄνει τοῦ λοιποῦ δεδιέναι. 49.1 Συλλαβόμενοι δὲ ἡμῶν καὶ τοῦ τείχους καταβιβάσαντες, εἰς μέσους τε αὐτῶν διαλαβόντες, ἦγον τὴν ἐπὶ θάλασσαν, ἐπάνω τῶν σωμάτων τῶν ἤδη ἀναιρεθέντων βαδίζοντες. 49.2 τῆς οὖν εἴσω πόλεως τὴν πύλην ἐμβάντες οὐ κατευθὺ τὴν πορείαν ἐποιούμεθα, ἀλλὰ τῷ ὑπτιάζοντι μέρει τραπέντες τοῦ ἐκεῖσε βουνοῦ πρὸς τὸ κάταντες ἐφερόμεθα. 49.3 ἔνθα καί τινες ἄλλοι κατεφάνησαν ἀνιόντες Αἰθίοπες, καὶ αὐτοὶ μαχαίρας κατέχοντες ταῖς χερσίν, οἳ καὶ μέσον τῶν ἤδη χειρωσαμένων διειλημμένους ἑωρακότες ἡμᾶς τῇ φυσικῇ μανίᾳ πληγέντες ὥρμησαν ἀναιδῶς, πόρρωθεν δεικνύμενοι τοῦ κινοῦντος θυμοῦ τὴν ἐπίτασιν. 49.4 ἀλλ' ἐπειδὴ καθ' ἡμᾶς γεγονότες ἔγνων μηδὲν ἡμῖν ἐπενεχθῆναι δεινὸν τοὺς ἤδη προειληφότας σπουδάζοντας, ἐν ἑαυτοῖς σκεδασθέντες ὑπανεχώρησαν. 49.5 εἷς δέ τις αὐτῶν ἀναιδέστερος τῶν ἄλλων ὡς εἰκὸς καὶ θρασύτερος, ὡσεί τις ὑλακτικὸς κύων μεμηνὼς κατηκολούθει, καί τινα πλῆξαι τῇ μαχαίρᾳ δολερῶς ἐτεκταίνετο. 49.6 ἕνα γάρ τινα τῶν ἑλόντων ἡμᾶς ἑαυτὸν εἶναι προσποιησάμενος ἔλαθεν, οὐκ οἶδ' ὅπως, ὑποσῦραι τῶν ἄλλων ἐμὲ καὶ μικρὸν ἀποστὰς ἀνελεῖν ἐπεχείρει. 49.7 ἀνῴμωξα οὖν εὐθύς· 49.8 ὁ δὲ πατὴρ ὁ ἐμὸς τεταραγμένος συστραφείς (καὶ γὰρ ἔτυχον σὺν αὐτῷ βαδίζων) ὡς τῷ θανάτῳ με παρεστῶτα κατεῖδε καὶ τὸν δήμιον βρύχοντα μέλλοντά τε τὸ ξίφος τῷ τραχήλῳ μου βάπτειν, κατέχοντα τῶν τριχῶν, τὸν ἤδη περισωσάμενον ἡμᾶς τοῦ πρῴην κινδύνου ἐγγύθεν ὄντα τῇ χειρὶ νύξας, καὶ σπουδῇ τὸ δρᾶμα καθυποδείξας, 49.9 «τί ὅτι» ἔφη «καὶ δι' ἣν αἰτίαν τοῦ ἐμοῦ παιδὸς κατεψηφίσασθε θάνατον, τῶν πρὸς ἡμᾶς ἀλογήσαντες ὑποσχέσεων; 49.10 εἰ οὖν αὐτὸς θάνοι, οὐδ' ἡμῖν λυσιτελής ἐστιν ἡ ζωή. 49.11 ἀλλ' ἐξελοῦ τοῦτον τοῦ κατέχοντος, εἴ τις καὶ περὶ ἡμῶν σοι φροντίς· εἰ δὲ μή, τῷ ἐκείνου λύθρῳ σπεῖσον καὶ ἡμᾶς. 49.12 οὐδὲ γὰρ διῃρημένην φέρομεν ἐξ ἀλλήλων ὑπομεῖναι τὴν τελευτήν.» 49.13 εὐθὺς οὖν θορυβηθέντα ἐπὶ τούτοις ἐκδραμεῖν τὸν ἄνθρωπον, καὶ ἐπιστάντα τῷ τόπῳ τὴν δεξιὰν κατασχεῖν τοῦ βαρβάρου τεταμένην οὖσαν καὶ τὴν σφαγὴν σχηματίσασαν. 49.14 ὃς καὶ ἐπισχεθείς, ὡς μὴ δυνηθεὶς τὸ δοκοῦν ἐκτελέσαι, πρὸς πλείονα ἐξῆπτο θυμόν· καὶ φρίξας τὰς σιαγόνας τούς τε ὀφθαλμοὺς στρεβλώσας καὶ τοὺς ὀδόντας κροτήσας (τοῦτο γὰρ βαρβάρων ἔθος), φόνιόν τι καὶ βλοσυρὸν ἐνιδών, ἐπεχείρει τοῦ κατέχοντος ἑαυτὸν ἀπορρῆξαι καὶ αὖθίς μοι ἐπελθεῖν. 49.15 οὐκ εἴα δὲ τοῦτον ἐκεῖνος ὁ πρὸς θεοῦ πεμφθεὶς ἡμῖν ἐν καιρῷ σωτήρ, ἀλλὰ πάσαις αὐτὸν κολακείαις μετατρέπειν ἐμηχανᾶτο. 49.16 ὡς δ' οὐδὲν ἠνύετο τούτοις πλέον αὐτῷ, μᾶλλον ἐκείνου τῷ θυμῷ διεγειρομένου καὶ φόνον ἐρευγομένου, ὡς καὶ λαθεῖν αὐτὸν ἅπαξ κατὰ τοῦ νώτου μου τὴν μάχαιραν αἴφνης κατενεγκεῖν καὶ πλῆξαι πληγὴν μανίας πλήρη, τὴν καὶ μέχρι νῦν δεικνῦσαν τῆς δεξιᾶς τὴν ἐπίτασιν, ἀθρόον πρὸς τὸ ὀργιλώτερον ἑαυτὸν ἀλλοιώσας ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ καὶ τὸν Αἰθίοπα στερρῶς ὠθίσας, ἐμέ τε συναρπάσας ἤδη παρὰ πόδας ἑστῶτα καὶ τῷ τῆς ὠτειλῆς περιρρεόμενον αἵματι, δρομαίως τὸ τάχος πρὸς τοὺς ἑταίρους ἐχώρει. 50.1 Ὡς οὖν μετὰ τοῦ πλήθους γενόμενος καὶ αὖθις ἐγώ, καὶ τόδε τὸ κακὸν διαδράς, τὴν εὐχαριστίαν πρὸς τὸν θεὸν ἐποιούμην, λαβόμενός τε σχολῆς τὴν τοῦ νώτου πληγὴν κατενόουν, αἰφνιδίου πάλιν δευτέρας πληγῆς ἐπῃσθόμην, πλέον ἢ πρότερον ὀδύναις βληθείς. 50.2 ὁ γὰρ τολμηρὸς ἐκεῖνος, οὐκ οἶδ' ὅθεν ἄλλοθεν ἐπιστάς, ὤθισέ μοι κατὰ πλευρὰν ἐκ τῆς ὀπίσω τὸ ξίφος, δεινὸν ἀλαλάξας καὶ τὸ ἀκάθεκτον τοῦ τρόπου τῇ φωνῇ παραστήσας. 50.3 ὡς εἰπεῖν συνόντι μοι τῷ ὑπερμαχοῦντι ἀνδρὶ «τίνος χάριν τῆς ἐμῆς μόνης ζωῆς ἠφειδήσατε καὶ τῷ βαρβάρῳ τούτῳ» συστραφεὶς καὶ τὸν Αἰθίοπα δείξας «πρὸς θάνατον ἐκδεδώκατε; 50.4 τοῦτο γνόντες ἔστε, ὡς εἰ μὲν κοινῇ πάντες, οὓς τοῖς ὅρκοις ἐβεβαιώσασθε, τὸν θάνατον διαφύγοιμεν, πέρας