25
λέγουσιν, ἀντὶ τοῦ ταῖς συνθλίψεσι τῶν νεφελῶν τὸ ἀέριον καὶ δραστικὸν πῦρ· καὶ ταῶνα τὸν ὄρνιθα τοῖς ἱεροῖς τῆς Ἥρας οἱ φυσικοὶ διδόασιν οἱονεὶ τὸν ἀστερωπὸν ἀέρα ἤτοι οὐρανόν. 4.22 Ὅτι τὴν Ἀθηνᾶν οἱ περὶ τὸν Κίγκιον πνεῦμα θεῖον εἶναι βούλονται καὶ ἄφθαρτον· ὅθεν καὶ Ἀθάναν αὐτὴν παρὰ τὸ ἀθάνατον Εὐριπίδης καλεῖ· ταύτην τε ἐκ τῆς κεφαλῆς τοῦ ∆ιὸς προελθεῖν ὡσανεὶ ἐκ τοῦ οὐρανοῦ· κεφαλὴ γὰρ τοῦ παντὸς κόσμου οὐρανὸς κατὰ τοὺς ∆ία τὸν ἅπαντα καλοῦντας κόσμον. Τριτογένειαν δὲ αὐτὴν καὶ Τριτωνίδα καλοῦσιν, οὐ διὰ τὴν ἐκ Τρίτωνος κατὰ τοὺς ποιητὰς γένεσιν, ἀλλὰ διὰ τὸ τρισσὰς εἶναι τὰς τῆς ψυχῆς ἐνεργείας. καὶ οἱ Χαλ δαῖοι δέ φασι τὴν ψυχὴν ἁπλῆν εἶναι καὶ νοερὰν καὶ λογικὴν, προϊοῦσαν δὲ ἐκ τῶν νοητῶν ἐπὶ τὸν αἰσθητὸν κόσμον ἀπὸ μὲν τοῦ αἰθέρος προσλαμβάνειν τὸ θυμικόν· καὶ γὰρ ἐμπύριος ὁ αἰθήρ· ἀπὸ δὲ τῆς σεληνιακῆς σειρᾶς τὸ ἐπιθυμητικόν· καὶ γὰρ ὑγρὰ τὴν φύσιν ἡ σελήνη· ὅθεν καὶ αἱ περὶ ἐρώτων μαγγανεῖαι πρὸς τὴν σελήνην οἷα δὴ Ἀφροδίτην ὥς φασι καταπράττονται. οἱ δὲ Ἀθηνᾶν τὸν ἀέρα, Τριτογένειαν δὲ αὐτὴν διὰ τὸ τρισὶ μεταβολαῖς ἀλλοιοῦσθαι τὸν ἀέρα, εἰς ἔαρ δῆλον, θέρος τε καὶ χειμῶνα· γλαυκῶπιν δὲ διὰ τὴν τοῦ ἀέρος ὄψιν ἔγγλαυκον εἶναι. Περσέα δὲ τὸν ἥλιον καὶ Γοργόνα τὴν ἡμέραν ἐκ τοῦ τάχους, οἷον εἰπεῖν, ὅτι διὰ τοῦ ἀέρος ὁ ἥλιος ἀποτρέχων ἀποτέμνει τὰς ἡμέρας, ὑπὸ τῆς Ἀθηνᾶς, οἱονεὶ τῆς προνοίας, τὴν ἅρπην-ἀντὶ τῆς ὀξύτητος-λαβών· καὶ διὰ τοῦτο ἐν τοῖς ὡρολογίοις ἔθος ἐγγλύφεσθαι Γοργόνα ἀντὶ τοῦ τὴν ἡμέραν. ὑγεία ἐστὶν ἡ τῶν ἐναντίων ποιοτήτων κατὰ τὸν σωστικὸν λόγον ἐπικρατοῦσα δύναμις. 4.23 Οὔλπιος ἐκαλεῖτο ὁ Τραϊανὸς κατὰ τὴν τοῦ πατρὸς προσηγορίαν, Κρινῖτον δὲ αὐτὸν οἱονεὶ εὐπλόκαμον τοῖς Ῥωμαίοις ἐδόκει καλεῖν διὰ τὴν περὶ τὰς τῆς κεφαλῆς αὐτοῦ τρίχας σπουδήν. καὶ τὸ μὲν σῶμα ἦν βραχύς, τὰ δ' ἄλλα ἀγαθὸς τὸν τρόπον ἐν συνασκήσει ὅπλων τε καὶ γυμνασίᾳ σώματος, οὐκ εὐγενοῦς τυγχάνων φαμιλίας· τριβοῦνος γὰρ ἦν πρότερον ἤγουν φύλαρχος. συναισθανόμενος δὲ ὡς ἐραστής ἐστιν ὁ Νερβᾶς ........... τοῦ ὄντος αὐτῷ προαστείου- καὶ γὰρ ὅμοροι μᾶλλον περὶ τὴν κτῆσιν ἀλλήλων ἐτύγχανον-συγγράψας αὐτίκα δωρεᾶς γραμματεῖον ἐπὶ τῷ προαστείῳ τῷ Νερβᾷ προσεκόμισεν· ὁ δὲ ἀγασθεὶς τὸν Τραϊανὸν εἰς υἱοθεσίαν ἔλαβεν, ἔνθα γίνεται αὐτῷ πάροδος ἐπὶ τὴν βασιλείαν, ἐπεὶ θᾶττον ὁ Νερβᾶς ἐτελεύτα. αἰσθόμενος δέ, ὅτι διεβάλλετο ἐπὶ οἰνοφλυγίᾳ, παντελῶς οἰνοποσίας ἀπείχετο. τὸ Ἀδραμύττειον, πόλιν Ἀσίας, ὁ Τραϊανὸς ἔκτισεν λεγομένην ἀπὸ Ἀδραμύττου τοῦ ἀδελφοῦ Κροίσου· ὄνομα δὲ αὐτῇ τὸ πάλαι Ὑποπλάκιοι Θῆβαι. 4.24 Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι. τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην κλητὴν οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν. 4.25 Φεβρουάριος. Τῷ Φεβρουαρίῳ μηνὶ ἀπὸ Φεβρούας θεᾶς οὕτω προσαγορευομένης τὸ ὄνομα γέγονεν· Φεβρούαν δὲ θεὰν ἔφορον καὶ καθαρτικὴν τῶν πραγμάτων οἱ Ῥωμαῖοι παρέλαβον. Ἀνύσιος δὲ ἐν τῷ περὶ μηνῶν Φεβροῦον τὸν καταχθόνιον εἶναι τῇ Θούσκων φωνῇ λέγει, θεραπεύεσθαι δὲ πρὸς τῶν Λουπερκῶν ὑπὲρ ἐπιδόσεως τῶν καρπῶν. ὁ δὲ Λαβεὼν ἀπὸ τοῦ πένθους λέγει κληθῆναι τὸν Φεβρουάριον· φέβερ γὰρ παρὰ Ῥωμαίοις τὸ πένθος προσαγορεύεται· κατ' αὐτὸν δὲ τοὺς