αὐτοῦ ἐξορυξάντων ἀνηλεῶς καὶ ἀφιλανθρώπως. Προσενεχθεὶς δὲ ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος ὥσπερ πτῶμα σεσηπός, τοὺς ὀφθαλμοὺς ἔχων ἐξορωρυγμένους, τὴν δὲ κεφαλὴν καὶ τὸ πρόσωπον ἐξῳδηκός, σκωλήκων βρύον καὶ δυσωδίας, ἡμέρας ὀλίγας ἐπιβιοὺς ἐπωδύνως καὶ πρὸ τῆς τελευτῆς ὀδωδώς, ἀπολείπει τὸν βίον τῇ νήσῳ τῇ Πρώτῃ τὸν χοῦν ἀποθέμενος, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον, κηδευθεὶς πολυτελῶς παρὰ τῆς ὁμευνέτιδος καὶ βασιλίδος Εὐδοκίας, μνήμην καταλιπὼν πειρασμῶν καὶ δυστυχημάτων ὑπερβαινόντων ἀκρόασιν.
Ἐπὶ δὲ τοῖς τοσούτοις καὶ τηλικούτοις κακοῖς οὐδὲν βλάσφημον ἢ ἀπόφημον ἐφθέγξατο, εὐχαριστῶν δὲ διετέλει, φέρων εὐμαρῶς τὰ προσπίπτοντα. Λέγεται δὲ τὰ εἰς αὐτὸν πραχθέντα γνώμης 155 ἄτερ τοῦ βασιλέως γενέσθαι Μιχαήλ , ὡς ὕστερον αὐτὸς ἐνωμότως διισχυρίζετο, τοῦ καίσαρος ὑπὸ σκότῳ καὶ ἀφανείᾳ ταῦτα τελεσιουργοῦντος καὶ διαταττομένου. Οὗτος ὁ βασιλεὺς καὶ τὴν ἐπισκοπὴν Ναζιανζοῦ εἰς μητροπόλεως ἀνεβίβασε δίκαιον. Ἐβασίλευσε δὲ ἄχρι τῆς αἰχμαλωσίας αὐτοῦ ἔτη τρία καὶ μῆνας ὀκτώ. Τοῦτον δὲ τὸν τρόπον ὁ Μιχαὴλ τὴν βασιλείαν διαδεξάμενος ἐπιεικής τε ἐδόκει καὶ γέρων ἐν νέοις διὰ τὸ παρειμένον καὶ ἀναπεπτωκὸς καὶ ἁπαλόν. Προσελάβετο δὲ διὰ τοῦτο Ἰωάννην τὸν τῆς Σίδης μητροπολίτην εἰς τὸ τὰ κοινὰ διοικεῖν, εὐνοῦχον μὲν τὴν φύσιν, δραστήριον δὲ καὶ ἀμφιδέξιον, πρωτοπρόεδρον τῶν πρωτοσυγκέλλων τυγχάνοντα, ἄνδρα πᾶσι τοῖς ἀγαθοῖς σεμνυνόμενον. Ὅθεν τὸ τοῦ βασιλέως ἔκλυτον καὶ περὶ τὸ διοικεῖν τὰ κοινά, ὡς εἰπεῖν, θῆλυ καὶ ἀναπεπτωκὸς καὶ ἀδέξιον ὁ τούτου τρόπος καὶ ἡ περὶ ταῦτα ἐντρέχεια καὶ σπουδὴ ἐπεκόσμει τε καὶ κατήρτυε. Παρεμίγη δὲ τῷ σίτῳ τούτῳ καὶ ζιζάνιον. Ἦν γάρ τις εὐνοῦχος Νικηφόρος ὄνομα, ὃν ὑποκορίζοντες Νικηφορίτζην ὠνόμαζον, ἐκ Βουκελλαρίων ἕλκων τὸ γένος, δεινὸς ἐπινοῆσαι συγχύσεις καὶ ῥάψαι πράγματα καὶ τρικυμίας ἐγεῖραι καὶ ἀκαταστασίας ἐν γαλήνῃ καὶ καταστάσει ἐπενεγκεῖν. Ὃς εἰς τάξιν σεκρετικοῦ τῷ πατρὶ τοῦ Μιχαὴλ ὑπηρετησάμενος, ἐπεὶ σκαιὸς καὶ διαβολεὺς ἐφάνη καὶ σοφιστὴς τῶν κακῶν κερδαλέος καὶ τῷ βασιλεῖ κατὰ τῆς βασιλίδος μοιχείας ἔγκλημα ὑποψιθυρίσας φθόνῳ τοῦ συνεξυπηρετουμένου, δοὺξ δὲ Ἀντιοχείας ἀναδειχθεὶς καὶ ἅπαξ καὶ δεύτερον μυρίων ὀχλήσεων καὶ ταραχῶν τῇ Συρίᾳ γέγονεν αἴτιος. Ὅμως δ' οὖν κατηγορηθείς, συλληφθεὶς ἐκεῖσε τῇ τοῦ αἵματος φρουρᾷ παραδίδοται, καὶ ἦν ἔμφρουρος ἐπὶ χρόνον τινὰ ὁ πρὶν περίδοξος γνωριζόμενος. Ἀναρρυσθεὶς δὲ τῇ τοῦ ∆ιογένους ἀναγορεύσει καὶ εἰς νῆσόν τινα ἐξορισθείς, ὑποσχέσει χρημάτων δικαστὴς Ἑλλάδος καὶ Πελοποννήσου προβέβληται 156 καὶ τὰ κατ' ἐκείνην ἦν διοικῶν. Τοῦτον ἐπὶ κακῷ τῆς τῶν Ῥωμαίων ἀρχῆς ὁ βασιλεὺς Μιχαὴλ μεταπεμψάμενος εἰς τὴν τῶν κοινῶν διοίκησιν κατεστήσατο, λογοθέτην αὐτὸν προβαλλόμενος. Γίνεται οὖν ὁ βασιλεὺς ἁλώσιμος ταῖς αὐτοῦ τερατείαις καὶ μαγγανείαις, οἷα μὴ εὐμοιρῶν φρονήματος ἀνδρείου καὶ σταθηροῦ. ∆ιὸ καὶ ἐξωθεῖται μὲν ὁ Σίδης, πάντα δὲ αὐτὸς εἰς ἑαυτὸν ἀναδέχεται ἀθύρμασι τοῦ Μιχαὴλ καὶ παιδιαῖς παιδαριώδεσι προσκειμένου, τοῦ ὑπάτου τῶν φιλοσόφων, τοῦ Ψελλοῦ, πρὸς ἅπαν ἔργον ἀδέξιον καὶ ἄπρακτον αὐτὸν ἀπεργασαμένου. Παραγκωνίζεται δὲ καὶ τὸν τοῦ βασιλεύοντος θεῖον, Ἰωάννην τὸν καίσαρα, καὶ τῷ ἀνεψιῷ καὶ βασιλεῖ ὕποπτον ἀπεργάζεται. Καὶ πάντας ἁπλῶς τοὺς οἰκειοτάτους ὡς πολεμιωτάτους συκοφαντεῖ καὶ πάντων ἀποξενοῖ τὴν τοῦ βασιλέως διάθεσιν καὶ ὅλον τὸν μειρακίσκον ὑποποιεῖται ἄνακτα. Κἀκεῖνο πᾶσι βασιλικὸν ἐνομίζετο πρόσταγμα, ὃ τῷ μηχανορράφῳ τούτῳ ἐδόκει. Ἐντεῦθεν κατηγορίαι καὶ ἀπαιτήσεις ἀθῴων καὶ ἀκατακρίτων ἀνδρῶν, καὶ τίσεις ἀχρεωστήτων καὶ κρίσεις τῷ δημοσίῳ τὸ πλέον, οὐ τῷ δικαίῳ, βραβεύουσαι, ἀφ' ὧν δημεύσεις καθολικαί τε καὶ μερικαί, κατηγορίαι συχναὶ καὶ πίστις εὐθὺς ἀπαραλόγιστος, καὶ τῶν πασχόντων θρῆνος ἐλεεινὸς καὶ τῶν γυμνουμένων