1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

25

Ὑψώματα· Κριὸς Ἡλίου, Ταῦρος Σελήνης, Καρκῖνος ∆ιός, Παρθένος Ἑρμοῦ, Ζυγὸς Κρόνου, Αἰγόκερως Ἄρεως, Ἰχθύες Ἀφροδίτης Τὰ σχήματα τῆς σελήνης. Σύνοδος, ὅτε γένηται ἐν τῇ μοίρᾳ, ἐν ᾗ ἐστιν ὁ ἥλιος· †γέννα, ὅταν ἀποστῇ τοῦ ἡλίου μοίρας ιεʹ· ἀνατολή, ὅτε φανῇ·† μηνοειδεῖς δύο, ὅταν ἀπέχῃ μοίρας ξʹ· διχοτόμοι δύο, ὅταν ἀπέχῃ μοίρας ϟʹ· ἀμφίκυρτοι δύο, ὅταν ἀπέχῃ μοίρας ρκʹ· πλησισέληνοι, αἳ καὶ πλησιφαεῖς, δύο, ὅταν ἀπέχῃ μοίρας ρνʹ· πανσέληνος, ὅταν ἀπέχῃ μοίρας ρπʹ. ∆ύο δὲ εἴπομεν, μίαν αὐξούσης καὶ μίαν ληγούσης. ∆ιὰ δύο ἥμισυ ἡμερῶν παρέρχεται ἡ σελήνη ἕκαστον ζῴδιον. 22 Περὶ ἀέρος καὶ ἀνέμων Ἀήρ ἐστι στοιχεῖον λεπτότατον ὑγρόν τε καὶ θερμόν, τοῦ μὲν πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφωνήσεως αἴτιον, ἀχρωμάτιστον ἤτοι ἐκ φύσεως χρῶμα μὴ κεκτημένον, διειδές, διαφανές (φωτὸς γάρ ἐστι δεκτικόν) καὶ ταῖς τρισὶν αἰσθήσεσιν ἡμῶν διακονοῦν (δι' αὐτοῦ γὰρ ὁρῶμεν, ἀκούομεν, ὀσφραινόμεθα), δεκτικὸν θάλψεώς τε καὶ ψύξεως ξηρότητός τε καὶ ὑγρότητος, οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις εἰσίν· ἄνω, κάτω, ἔσω, ἔξω, δεξιά, ἀριστερὰ καὶ ἡ κυκλοφορικὴ κίνησις. Οἴκοθεν μὴ κεκτημένος τὸ φῶς, ἀλλ' ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πυρὸς φωτιζόμενος. Καὶ τοῦτό ἐστιν, ὃ εἶπεν ἡ γραφή, ὅτι «σκότος ἦν ἐπάνω τῆς ἀβύσσου», θέλουσα δεῖξαι, ὡς οὐκ οἴκοθεν ὁ ἀὴρ τὸ φῶς κέκτηται, ἀλλ' ἄλλη τίς ἐστιν οὐσία ἡ τοῦ φωτός. Ἄνεμος δέ ἐστι κίνησις ἀέρος. Καὶ ὁ τόπος δὲ τοῦ ἀέρος ἐστί· τόπος γάρ ἐστιν ἑκάστου σώματος ἡ τούτου περιοχή. Τί δὲ περιέχει τὰ σώματα, εἰ μὴ ἀήρ; Εἰσὶ δὲ τόποι διάφοροι, ὅθεν ἡ τοῦ ἀέρος γίνεται κίνησις, ἐξ ὧν καὶ οἱ ἄνεμοι τὰς ἐπωνυμίας ἔχουσι· δώδεκα δὲ οἱ πάντες εἰσί. Φασὶ δὲ τὸν ἀέρα σβέσιν πυρὸς ἢ ἀτμὸν ὕδατος θερμανθέντος. Ἔστι γοῦν ὁ ἀὴρ κατὰ μὲν τὴν οἰκείαν φύσιν θερμός, ψύχεται δὲ τῇ γειτνιάσει τῇ πρὸς τὸ ὕδωρ καὶ τὴν γῆν, ὡς τὰ μὲν κάτω μέρη αὐτοῦ ψυχρὰ εἶναι, τὰ δὲ ἄνω θερμά. Περὶ ἀνέμων Ἄνεμός ἐστι πλῆθος θερμῆς καὶ ξηρᾶς ἀναθυμιάσεως κινούμενον περὶ γῆν. Ἄνεμοι πνέουσιν ἀπὸ ἀνατολῆς θερινῆς καικίας, μέσης, ἀπὸ ἀνατολῆς ἰσημερινῆς ἀπηλιώτης, ἀπὸ ἀνατολῆς χειμερινῆς εὖρος, ἀπὸ δύσεως χειμερινῆς λίψ, ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δύσεως θερινῆς ἀργέστης ἤτοι Ὀλυμπίας, ὁ καὶ Ἰάπυξ καὶ ἐργάστης. Εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες ἀλλήλοις. Ἔστι δὲ μέσος ἀπαρκτίου καὶ καικίου βορέας, εὔρου δὲ καὶ νότου μέσος Φοῖνιξ, ὁ καλούμενος εὐρόνοτος, μέσος δὲ νότου καὶ λιβὸς λιβόνοτος, ὁ καὶ λευκόνοτος, μέσος δὲ ἀπαρκτίου καὶ ἀργέστου θρασκίας ἤτοι κέρκιος ὑπὸ τῶν περιοίκων ὀνομαζόμενος. Εἰσὶν οὖν οἱ πάντες ιβʹ, ὧν ἡ διαγραφή ἐστιν αὕτη· Ἀνατολὴ θερινή, ἀνατολὴ ἰσημερινή, ἀνατολὴ χειμερινή-καικίας, ἀπηλιώτης, εὖρος, μέσης, εὐρόνοτος, βορέας, Φοῖνιξ-ἄρκτος-ἀπαρκτίας, νότος- μεσημβρία-θρασκίας, λιβόνοτος, μέσης, λευκόνοτος, κέρκιος, λίψ-δύσις θερινή- ἀργέστης-δύσις χειμερινή-Ἰάπυξ, Ὀλυμπίας-δύσις θερινή-ἐργάστης, ζέφυρος. 23 Περὶ ὑδάτων Καὶ τὸ ὕδωρ δὲ ἓν τῶν στοιχείων τῶν τεσσάρων ἐστί, ποίημα θεοῦ κάλλιστον. Ὕδωρ ἐστὶ στοιχεῖον ὑγρόν τε καὶ ψυχρὸν βαρύ τε καὶ κατωφερές, εὐδιάχυτον. Τούτου δὲ μνημονεύει ἡ θεία γραφὴ λέγουσα· «Καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· ἄβυσσος γὰρ οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ὕδωρ πολύ, οὗ τὸ τέλος ἀκατάληπτον ἀνθρώποις. Ἐν ἀρχῇ μὲν οὖν τὸ ὕδωρ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεπόλαζε. Καὶ πρῶτον μὲν ἐποίησεν ὁ θεὸς τὸ στερέωμα διαχωρίζον ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος· ἐν τῷ μέσῳ γὰρ τῆς ἀβύσσου τῶν ὑδάτων ἐστερεώθη τῷ δεσποτικῷ προστάγματι. Ὅθεν καὶ στερέωμα εἶπεν ὁ θεὸς γενέσθαι, καὶ ἐγένετο. Τίνος δὲ χάριν ἐπάνω τοῦ στερεώματος ὕδωρ ὁ θεὸς ἀπέθετο; ∆ιὰ τὴν τοῦ ἡλίου καὶ τοῦ αἰθέρος θερμοτάτην ἔκκαυσιν· εὐθέως γὰρ μετὰ τὸ στερέωμα ὁ αἰθὴρ ἐφήπλωται. Καὶ ὁ ἥλιος δὲ σὺν τῇ σελήνῃ καὶ τοῖς ἄστροις ἐν τῷ στερεώματί εἰσι· καὶ εἰ μὴ ἐπέκειτο ὕδωρ, ἐφλέχθη ἂν ὑπὸ τῆς θέρμης τὸ στερέωμα. Εἴτα προσέταξεν ὁ