Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
ἀστρολογίαν φάσκουσιν, ἵν' ἀδεῶς ἁμαρτάνωσιν, ὡς μὴ ὄντος ἐν ἡμῖν τοῦ ἁμαρτάνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἱμαρμένης.
86 Ὁμολογοῦσιν δὲ καὶ Χριστόν, δοκήσει γὰρ αὐτὸν λέγουσιν ἐνανθρωπῆσαι· καὶ αὐτοὶ γὰρ δοκήσει λέγονται Χριστιανοί. Τὰ γὰρ γέλωτος καὶ δυσφημίας ἄξια παραλιμπάνω, ἵνα μὴ πληρώσω τὴς ἀκοὰς τῶν ἐντυγχανόντων ἤχους βαρυτάτου καὶ τερατολογίας. Τὰ γὰρ Φιλιστίωνος τοῦ σκηνικοῦ καὶ Ἡσιόδου καὶ ἄλλων λεγομένων φιλοσόφων συμμίξαντες τοῖς τῶν Χριστιανῶν, τὴν ἑαυτῶν αἵρεσιν συνεστήσαντο. Ὥσπερ γὰρ ζωγράφος, ἐκ διαφόρων χρωμάτων μῖξιν ποιῶν, ἀποτελεῖ δοκήσει ἄνθρωπον ἢ θηρίον ἢ ἄλλο τι πρὸς ἀπάτην τῶν θεωρούντων, ἵνα δόξῃ τοῖς μὲν μώροις καὶ ἀνοήτοις ἀληθῆ τυγχάνειν, τοῖς δὲ νοῦν ἔχουσι σκιὰ καὶ ἀπάτη καὶ ἐπίνοια ἀνθρωπίνη, οὕτως καὶ οἱ Μανιχαῖοι, ἐκ διαφόρων δογμάτων ἀντλήσαντες, ἀπετέλεσαν τὴν αὐτῶν κακοδοξίαν, μᾶλλον δὲ ἐκ διαφόρων ἑρπετῶν τὸν ἰὸν συναγαγόντες καὶ μίξαντες, θανατηφόρον φάρμακον κατεσκεύασαν πρὸς ἀναίρεσιν ἀνθρωπίνων ψυχῶν. Ὡς δὲ προείρηται, ἐνδημησάσης τῆς λοιμοφόρου γυναικός, τινὲς τῇ ἀπατώδει αὐτὴς διδασκαλίᾳ συναπήχθησαν.
87 Μεθ' ἡμέρας δέ τινας γνοὺς παρά τινων πιστῶν ὁ ἐν ἁγίοις Πορφύριος, μεταπεμψάμενος αὐτὴν ἐπηρώτα, τίς καὶ πόθεν ὑπῆρχεν καὶ ποίαν δόξαν ἐπιφέρεται. Ἣ δὲ καὶ τὴν πατρίδα καὶ ὅτι Μανιχαία ἐτύγχανεν ὡμολόγησεν. Τῶν δὲ περὶ αὐτὸν ὀργῇ κινηθέντων (ἦσαν γὰρ παρ' αὐτῷ τινες εὐλαβεῖς) ὁ μακάριος παρεκάλει αὐτοὺς μὴ θυμοῦσθαι ἀλλὰ μεθ' ὑπομονῆς παραινέσαι καὶ ἅπαξ καὶ δίς, φυλάττων τὸ ῥητὸν τοῦ ἁγίου Ἀποστόλου. Εἶτα λέγει τῇ γυναικί· Ἀπόσχου, ἀδελφή, ταύτης τῆς κακοδοξίας· σατανικὴ γὰρ τυγχάνει. Ἣ δὲ ἀπεκρίνατο· Λέγε καὶ ἄκουε, καὶ ἢ πείθεις ἢ πείθῃ. Ὁ δὲ μακάριος εἶπεν· Εὐτρεπίζου εἰς τὴν αὔριον καὶ παραγενοῦ ἐνταῦθα. Ἣ δὲ συνταξαμένη ἐξῆλθεν. Ὁ δὲ μακάριος νηστεύσας καὶ πολλὰ δεηθεὶς τοῦ Χριστοῦ ἵνα καταισχύνῃ τὸν διάβολον, ηὐτρεπίσθη εἰς τὴν ἑξῆς, προσεκαλέσατο δέ τινας τῶν εὐλαβῶν κληρικῶν τε καὶ λαϊκῶν εἰς τὸν διάλογον αὐτοῦ τε καὶ τῆς γυναικός.
88 Τῇ δὲ ἐπαύριον παραγίνεται ἡ γυνή, ἔχουσα μεθ' ἑαυτῆς ἄνδρας δύο καὶ τοσαύτας γυναῖκας· ἦσαν δὲ νεώτεροι καὶ εὐειδεῖς, ὠχροὶ δὲ πάντες, ἡ δὲ Ἰουλία ἦν προβεβηκυῖα. Ὅλοι δὲ ὥρμουν ἀπὸ λόγων τῆς κοσμικῆς παιδείας, πολλῷ δὲ πλέον ἡ Ἰουλία. Τὸ δὲ πρόσχημα αὐτῶν ἦν ταπεινὸν καὶ τὸ ἦθος ἤπιον, τὸ δὲ δὴ λεγόμενον· ἔξωθεν πρόβατα, ἔσωθεν δὲ λύκοι ἅρπαγες καὶ θηρία ἰοβόλα· πάντα γὰρ μεθ' ὑποκρίσεως λαλοῦσίν τε καὶ πράττουσιν. Εἶτα ἐπιτραπέντες καθίσαι, τὴν ζήτησιν ἐποιοῦντο. Ὁ δὲ ἐν ἁγίοις βαστάζων τὰ ἅγια εὐαγγέλια καὶ ποιήσας τὴν σφραγῖδα τοῦ σταυροῦ ἐν τῷ στόματι αὐτοῦ, ἤρξατο ἐπερωτᾶν αὐτὴν ἐξειπεῖν τὴν δόξαν αὐτῆς. Ἣ δὲ ἤρξατο λέγειν. Ὁ δὲ ἀδελφὸς Κορνήλιος ὁ διάκονος ὁ πρὸ βραχέος ὀνομασθείς, ἐπιστάμενος τὰ Ἐννόμου σημεῖα, ἐπιτραπεὶς παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου πάντα τὰ λεγόμενα καὶ ἀντιτιθέμενα ἐσημειοῦτο, ἐμοῦ καὶ τοῦ ἀδελφοῦ Βαρωχᾶ ὑπομνῃσκόντων. Τὸν δὲ διάλογον οὐκ ἔγραψα ἐν τούτῳ τῷ βιβλίῳ διὰ τὸ εἶναι μέγαν, βουλόμενος ἐν ἐπιτομῇ ποιήσασθαι τὴν παροῦσαν συγγραφήν, ἐν ἑτέρῳ δὲ βιβλίῳ αὐτὸν ἐξεθέμην τοῖς βουλομένοις γνῶναι τήν τε σοφίαν τὴν δοθεῖσαν παρὰ θεοῦ τῷ ὁσιωτάτῳ Πορφυρίῳ καὶ τοὺς γραώδεις μύθους οὓς ἐφλυάρησεν ἡ τερατολόγος καὶ φαρμακὸς Ἰουλία, ἥντινα μετῆλθεν ἡ θεία δίκη ὀξέως.
89 Μετὰ γὰρ τὸ πολλὰ καὶ ἐπὶ πλείστας ὥρας μυθολογῆσαι καὶ τὰς συνήθεις βλασφημίας εἰπεῖν εἰς τὸν τῶν ὅλων κύριον καὶ θεόν, κινηθεὶς ὑπὸ τοῦ θεϊκοῦ ζήλου ὁ ἐν ἁγίοις Πορφύριος, ὁρῶν τὸν τὰ πάντα περιέχοντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα βλασφημούμενον ὑπὸ γυναικὸς ἐνεργουμένης ὑπὸ τοῦ διαβόλου καὶ συγκαταβαινούσης τῷ ἐκείνου θελήματι, ἀπεφήνατο κατ' αὐτῆς εἰπών· Ὁ θεὸς ὁ τὰ πάντα ποιήσας, ὁ μόνος ἀΐδιος, μήτε ἀρχὴν μήτε τέλος ἔχων, ὁ ἐν τριάδι