λοιπά, αὕτη δὲ περὶ θερμὸν καὶ μαλακόν, βαρὺ καὶ κοῦφον, μανὸν καὶ πυκνόν, καὶ πολλὰς ἀντιθέσεις. Ἐν τοῖς ἀνθρώποις αἴτιον τῆς κατὰ τόπον κινήσεως νοῦς, ἐν τοῖς ἀλόγοις ἡ αἴσθησις· τῇ ἀληθείᾳ δὲ τὸ ὀρεκτικὸν τῆς κατὰ τόπον κινήσεως αἴτιον. Τὸ ζῆν πολλαχῶς λέγεται· κατὰ νοῦν, κατ' αἴσθησιν, κατὰ τὰ λοιπά. ὅθεν καὶ τὰ φυτὰ θρεπτικὴν ἔχοντα δύναμιν ζῆν λέγεται. ταῦτα τρέφεσθαι καὶ αὔξεσθαι λέγομεν τὰ κατὰ πᾶν μόριον τρεφόμενα καὶ αὐξόμενα. εἰς δὲ τὰ μὴ κατὰ πᾶν μόριον πρόσθεσις λέγεται, ὡς ἐπὶ τὸν σωρὸν τοῦ σίτου πρόσθεσις ὁ ἕτερος. Ζῷα λέγομεν οὐ τὰ ἁπλῶς ζῶντα, ἀλλ' ἐν οἷς ἡ ζωὴ τρανέστερον καὶ περιφανέστερον, ὥσπερ δρομέας οὐ τοὺς ἁπλῶς τρέχοντας, ἀλλὰ σφοδρῶς. 47 Ἐν τῷ φ[υ]τῷ μία μὲν ἡ ψυχή, διαιρεθεῖσα δὲ εἰς πολλοὺς κλάδους καὶ αὔξουσα τὴν οἰκείαν δύναμιν πολλαὶ γίνονται τῷ ἀριθμῷ, τῷ δὲ εἴδει ἐστὶ μία. Ἐκ τοῦ ἐγκεφάλου πρόεισι πᾶσα αἴσθησις καὶ κίνησις. ὅθεν εἰ πάθῃ τι οὗτος, ἀναίσθητον πάντῃ καὶ ἀκίνητον ἀπομένει τὸ ζῷον. Ἀριστοτέλης ἐν τῷ Περὶ ψυχῆς· τὸ ὀρεκτικὸν καὶ φανταστικὸν ἀχώριστά εἰσιν, ὁμοίως καὶ τὸ αἰσθητικὸν καὶ τὸ κατὰ τόπον κυκλικόν. Τοῦ νοῦ τὸ μὲν θεωρητικόν, τὸ δὲ πρακτικὸν ὃ σχέσιν ἔχει πρὸς τὸ σῶμα, οὗ ἀπολυθὲν οὐκ ἔστι πρακτικός. ἄμφω τῷ τέλει διαφέρουσιν· ἐκείνῳ γὰρ τέλος ἡ ἀληθείας κατάληψις, τούτῳ δὲ τοῦ ἀγαθοῦ. Ὁ νοῦς γένος ἕτερον δοκεῖ τῆς ψυχῆς καὶ χωριστὴν ἔχων τὴν οὐσίαν, ἡ δὲ πᾶσα ψυχὴ ἀχώριστος. τῆς ψυχῆς μόνον μέρος ὁ νοῦς ἀίδιον. ἡ ψυχὴ ἔχει μὲν καὶ ἐνεργείας ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα, ἃς μετὰ τὴν ἐντεῦθεν ἐλευθερίαν ἀποτίθεται. ἔχει καὶ ἰδίας τὰς περὶ τῶν νοητῶν, εἰς ἃς μᾶλλον ἐμποδίζει τὸ σῶμα. πρόδηλον τοίνυν ὅτι καὶ τὴν οὐσίαν ἕξει χωριστήν, νοῦς τότε οὖσα καὶ λεγομένη, οὐκέτι ψυχὴ μέντοι εἰ μὴ δυνάμει, ὡς καὶ ἐν σώματι οὖσα δυνάμει ἐστὶ νοῦς. Τοῖς τὴν ἁφὴν μόνην ἔχουσιν ἡ κατ' ἐπιθυμίαν ὑπάρχει ὄρεξις, τοῖς δὲ [αἰσθήσεις] καὶ ἡ κατὰ θυμόν· ἡ δὲ βούλησις μόνου τοῦ λόγου. ἡ ὄρεξις κοινῶς ἐπί τε θυμοῦ καὶ ἐπιθυμίας λέγεται· ὁμώνυμος γάρ ἐστιν ὡς ἡ ἐπιθυμία. Τῇ ἁφῇ χρῶνται καὶ αἱ λοιπαὶ αἰσθήσεις (ἡ ὄψις γὰρ ἁπτομένη τοῦ διαφανοῦς ἀντιλαμβάνεται καὶ ἡ ὄσφρησις τοῦ διακονουμένου τῇ ὀσμῇ), ἀλλὰ κατὰ συμβεβηκός. Ἡ κοινῶς κατηγορουμένη τῶν ἄλλων ψυχὴ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἓν διῄρηται. Αἱ αἰσθήσεις ἀντιπεπόνθασι τῷ νοΐ· αὗται γὰρ μειζόνων δραττόμεναι ἀπολλύουσι τὸ ἔλαττον, ὡς ἡ ὄψις βλέπουσα τὸν ἥλιον ἀδυνατεῖ πρὸς τὰ γράμματα, ὁ μεγάλων ψόφων ἀκούσας τῶν ἐλαττόνων ἐστὶν ἀνεπαίσθητος, καὶ αἱ ἄλλαι, νοῦς δὲ τῇ τῶν μειζόνων ἀντιλήψει ὀξυδερκέστερον γίνεται. Αἱ δυνάμεις τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν πρότεραι, τῷ δὲ λόγῳ δεύτεραι, αἱ δὲ ἐνέργειαι ἀνάπαλιν, εἰ τὸ τέλος τῷ λόγῳ πρότερον, ἡ δ' ἐνέργεια 48 τέλος τῆς δυνάμεώς ἐστι καὶ προτέρα. ἔτι τὸ οὗ ἕνεκα πρότερον τοῦ ἕνεκά του. ὅρασίς ἐστι ἀντίληψις χρωμάτων. τὸ αὐτό ἐστι καὶ ὡς τέλος καὶ ὡς πρός τι, ὡς οἰκοδόμησις πρὸς τὸ οἰκοδομητόν, πρός τι καὶ τέλος, καὶ οὐκ ἔστι ξένη ἡ ἀντίθεσις. καὶ τῆς γεννήσεως τὸ γεννώμενον ὡς μὲν γεννώμενον ἀντικείμενον, ὡς δὲ ἤδη γεγονὸς τέλος. τὸ αὐτὸ καὶ ἐπὶ αὐξήσεως καὶ αὐξητοῦ <καὶ> ηὐξημένου. Εἰ πάντα τοῦ εἶναι ἐφίεται καὶ διὰ τοῦτό ἐστι τοῖς ζῴοις ἡ γεννητικὴ κατὰ προαίρεσιν δύναμις, ἐν δὲ τοῖς φυτοῖς ἡ αὐτόματος, πῶς οὐ τούτου χάριν τὸ αὐτὸ καὶ ἐν τοῖς ἀψύχοις ἐστὶ καὶ ἐν τούτοις ἡ τοιαύτη δύναμις ὑφειμένη; καὶ γὰρ τὰ μέταλλα φθειρόμενα πάλιν ἀνταποδίδοται, εἰ καὶ μὴ ὅδε ὁ λίθος. καὶ κατὰ τὴν ἐπικράτειαν δὲ τῶν στοιχείων γίνονται καὶ τὰ ἄψυχα εἰς ἐπίδοσιν. Τρία εἰσὶν ἡ θρεπτική, ἤγουν τὸ τρέφον καὶ τὸ τρεφόμενον καὶ ἡ τροφή. τὸ ᾧ