καινοτομῆσαν ἀξίαν καὶ κάτω γενήσεσθαι. ἐκεῖ μὲν οὖν ὁ ἑωσφόρος κατὰ τῆς πρώτης ἐλύττησεν ἀγαθότητος, ἐνταῦθα δὲ ὁ ἑσπέριος κατὰ τῆς βασιλικῆς ἐπικεχείρηκεν ὁσιότητος καὶ δυοῖν βασιλέων τὸν μὲν καθεῖλε, τὸν δὲ ἑλεῖν οὐ δεδύνητο. οὐ γὰρ ἐκείνῳ μὲν ἐμάχετο, σοὶ δὲ τῷ μεγάλῳ ἡμῶν ἐσπένδετο αὐτοκράτορι. ἄμφω γὰρ ἤτην αὐτοκράτορέ τε καὶ ἀρχηγὼ καὶ ἅμα ὁσίω. ἀμφοῖν οὖν ἑαλώκει βουλεύσας ἅμα καὶ πράξας τὴν καθοσίωσιν· τὸν μὲν οὖν ἐπιχειρήσας ἀνῄρηκε, σὺ δὲ ἀμφοῖν εἵνεκα, σαυτοῦ τε καὶ οὐδὲν ἧττον ἐκείνου, πρὸς τοῦτον ἀντήρκεσας καὶ τὴν πονηρίαν δημοσιεύεις καὶ τοὺς νόμους ἐπανάγεις ἡμῖν καὶ μετὰ τῆς ἀρχιερατικῆς καὶ πολιτικῆς δικάζεις ῥοπῆς. Τὸ μὲν οὖν περὶ τῆς καθοσιώσεως οὕτως. περὶ δέ γε τῆς τυραννίδος τίς ἂν τῶν πάντων ἀμφισβητήσειεν; ὥσπερ γὰρ οἱ τοὺς πηλίνους πλάττοντες ἀνδριάντας ἔπειτα ἐν τοῖς θεάτροις ἱστῶσιν, οὕτω δὴ κἀκεῖνος ἑαυτὸν πλάσας ἢ μεταπλάσας καὶ τὴν ὀφρὺν μεταλλάξας καὶ σοβαρὰν ἑαυτῷ σκηνὴν διαθέμενος ἐν αὐτοῖς τοῖς ἀδύτοις τοὺ ὁπλίτας ἑαυτῷ συνεστήσατο, καὶ ὁ μαχαιροφόρος ἐγγύθεν καὶ ἑκατέρωθεν οἱ δορατοφόροι καὶ μέσος ἁπάντων ὁ νέος Σαμουὴλ μονονοὺκ αἴρων ἐφοὺδ οὐδὲ μίτρᾳ τὴν κεφαλὴν ἀναδεδεμένος, ἀλλὰ τυραννῶν ἄντικρυς καὶ τὴν βασιλικὴν στεφάνην περινοούμενος. εἰ δέ τις τῶν οὐκ εἰδότων θαυμάζοι καὶ διαπιστοίη, ὥσπερ τῆς καταφλεχθείσης νεὼς ὁράτω μέρος τῆς τρόπεως ἡμίφλεκτον ἢ τοὺς προτόνους καὶ τὰ ἱστία κατῃθαλωμένα. ποῖα ταῦτα; φημὶ τὰ ὑπολείμματα τῶν ἐκείνου τιμῶν· ἔτι γὰρ τῆς ἐκεῖεν χειροτονίας μεμενήκασι ζώπυρα. καὶ ὁ μὲν θεῖος ἐκεῖνος Σαμουήλ, ἐπειδὴ διεῖλεν ὁ θεὸς ἱερωσύνην καὶ βασιλείαν καὶ τὴν μὲν ἐπὶ τῶν δημοσίων τέθεικε, τῇ δὲ τὴν τῶν ψυχῶν ὑπέθηκεν ἐπιμέλειαν, οὐκέτι ἀντέπραττε τῷ Σαοὺλ οὐδ' ὡς ἀφῃρημένος τὸ βασιλεύειν ἀπεδυσπέτει καὶ ἐδυσχέραινεν, ἀλλ' ὑπεχώρει καὶ ὑπεστέλλετο ὁ τῆς Ἄννης υἱὸς τῷ τοῦ Κὶς ἐκείνου παιδί. ὁ δὲ μέγας ἡμῶν δεσπότης αὐτόθεν βασιλεύειν ἐτόλμησε καὶ τὰ διῃρημένα συνάπτειν ἐπικεχείρηκε· καὶ τῶν προεστηκότων αὐτοκρατόρων τὸν μὲν τοῦ Ῥωμαϊκοῦ ἀπεβίβασεν ἄξονος, τὸν δέ, εἰ μὴ κύριος ἀντελάβετό μου, μικροῦ δεῖν-ἀλλ' οὐ βούλομαι οὐδὲν τῶν ἀτόπων ἐρεῖν.
Σὺ μὲν οὖν τοῖς τῶν ἀποστόλων κανόσιν ἢ οὐ προσέσχες ἢ προσσχὼν καταπεφρόνηκας ἰταμῶς, ἐγὼ δὲ τὸ ἕκτον ὑπαναγνώσομαί σοι ἠρέμα κεφάλαιον. ἔχει γὰρ οὕτως· "ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος κοσμικὰς φροντίδας μὴ ἀναλαμβανέτω· εἰ δὲ μή, καθαιρείσθω." παράβαλε οὖν τὰ σαυτοῦ τῷ κανόνι, καὶ εἰ μὲν προσαρμόττειν δοκεῖ, μὴ δυσχέραινε τὴν καθαίρεσιν· εἰ δ' ἄλλο τι φαίνεται, συγκεχωρήσθω σοι τὸ ἐπιτίμιον. ἐγὼ δέ, εἰ καὶ παράδοξον ἐρῶ λόγον, οὐδὲ προσαρμόττειν φημὶ τὰ σὰ τῷ κανόνι, οὐχ ὅτι ἐλλείπει, ἀλλ' ὅτι ὑπερβάλλει. τοὺς μὲν γὰρ νομοθέτας κοσμικὰς οἶμαι φροντίδας τὰς τελευταίας ὑπολαβεῖν καὶ ὅσαι μερικῶν πραγμάτων προΐστανται· τὸ δὲ σὸν πρᾶγμα παγκόσμιος ἢ ὑπερκόσμιος ὦπται φροντίς. τί γὰρ τυραννίδος πραγματωδέστερον ἢ τί τοῦ κατὰ βασιλέων ἐπιχειρεῖν ὀχλωδέστερον ἢ πολυπραγμονέστερον; σὺ δὲ οὐκ ἄμφω πεπραγμάτευσαι; ἢ μάτην ἄνω ὁ λόγος ἐρρύη πάντα ἀποδεικνύς; οὐ πάντα ἐπεβάλου καθέξειν ὥσπερ τινὰ νοσσιὰν καὶ ἀρεῖν ὡς καταλελειμμένα ᾠὰ καὶ ἀναρτῆσαι σαυτοῦ καὶ τὴν γῆν καὶ τὴν θάλασσαν; οὐ τοὺς μὲν ὥπλιζες, τοὺς δὲ μετημφίαζες, τοῖς δὲ ἐπέτρεπες τὰς ἀμφόδους τηρεῖν, περιβάλλειν τοὺς στενωπούς, τὰ τείχη κυκλοῦν, τὰς τριήρεις εὐτρεπίζειν, τὰς ἐμβολάς <ἐτοιμάζειν> πότερον οὖν πράγματα ταῦτα ἢ ἀπραγμοσύνη καὶ ἐπιστασία ψυχῶν; εἰ μὲν οὖν τοῦτο, δεῖξον καὶ ἀπαλλαγήσῃ τοῦ καθαρτηρίου πόματος· εἰ δὲ μή, ὥσπερ ὁ Σωκράτης πάλαι ἐμπλήσθητι τοῦ κωνείου καὶ τὸν κρατῆρα λαβὼν ἄχρι τοῦ πυθμένος πίε τοῦ κράματος. κοινὸν γάρ τί σοι πρὸς ἐκεῖνον καθέστηκεν ἔγκλημα· ἄμφω γὰρ καινὰ παρεισήγετε τῷ