1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

25

χειρὸς ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με; καίτοιγε, φησίν, κατ' οὐδὲν ὑμῖν ἐπαχθὴς γέγονα, οὐ χρήματα ᾔτησα παρ' ὑμῶν, οὐκ ἐπικουρίαν τινά· καὶ διὰ τί σφοδρῶς οὕτω καὶ ἀνηλεῶς ἐπέθεσθέ μοι; κοινοποιεῖ δὲ τὸν λόγον πρὸς τὰ τοῦ Ἐλιφὰζ ἀποτεινόμενος ῥήματα· 6, 2425 διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα. ἀλλ' ἰδού, φησίν, ἡσυχάζω· διδάξατέ με, εἰ πεπλανημένως καὶ ἐσφαλμένως αἰτῶ τὸν θάνατον. οὐ βαρεῖαι καὶ ἀνύποιστοι αἱ συμφοραί; οὐκ ἐπιθυμητὸν ἀπαλλαγῆναι τῶν ἀλγηδόνων; ἀλλ' ὡς ἔοικε ταὐτὸν τοῖς πολλοῖς πεπόνθατεφορτικὸν γὰρ ἀεὶ τοῖς πολλοῖς ἡ ἀλήθεια, καὶ διὰ τοῦτο τῆς ἐμῆς ἀληθείας ἐκφαυλίζετε τὰ ῥήματα. 6, 2527 οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι· οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. ἀλλὰ μηδὲ συγκαταβῆτέ μοι, φησίν, μηδὲ ὡς ἐπιρρῶσαι βουλόμενοι τὰ πρὸς χάριν λαλήσητε· ἐλέγξατε δέ με μετὰ παρρησίας. οὐ γὰρ δέδοικα ὑμῶν τοὺς ἐλέγχους, ἀλλὰ καὶ πρὸς ἕκαστον ἀντιλέγων ῥῆμα νικήσειν ἐλπίζω. πλὴν ἐκεῖνο οἶδα, ὅτι οὕτω με βάλλετε πικροῖς 74 τοῖς ὀνείδεσι μὴ τὴν συμφοράν, μὴ τὴν φιλίαν λογιζόμενοι ὡς ὄντως ἀπορφανισθέντα τῆς τοῦ θεοῦ βοηθείας. 6, 2830 νυνὶ δὲ ἐμβλέψας εἰς πρόσωπον ὑμῶν οὐ ψεύσομαι. καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. οὐ γὰρ ἔστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ οὐχὶ ὁ λάρυγξ μου μελετᾷ σύνεσιν; σὺν παρρησίᾳ λαλήσω, καὶ οὐδὲν ὑμᾶς ἐρυθριάσας οὐδὲ προκρίνας τῆς ἀληθείας ὑμᾶς αὐτοὺς αἰτῶ καθίσαι μοι δικαστὰς καὶ δικαίας ἐξοῖσαι τὰς ψήφους. πιστεύω γάρ, μηδὲν ἄδικον λέξειν μηδὲ ἀσυνέτους ἢ φλυάρους προάξειν λόγους. ταῦτα δέ φησιν προκαλούμενος αὐτοὺς εἰς τὴν ἐξέτασιν. 7, 12 πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς, ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ. ὥσπερ ἤδη καθίσας αὐτοὺς δικαστὰς ἄρχεται συνηγορεῖν τοῖς ἑαυτοῦ λόγοις καὶ δεικνύναι, ὡς οὐ μέμψεως ἄξιός ἐστι ποθῶν μεταλλάξαι τὸν βίον. ἐκ δύο δὲ τούτων αἰτιῶν εὔλογον ἑαυτοῦ κατασκευάζει τὴν ἐπιθυμίαν, μιᾶς μὲν ὅτι καθόλου κινδύνων μεστὸς ὁ ἐπίκηρος οὗτος βίος, ἔπειτα ὅτι πρὸς τῷ καθόλου καὶ τοῖς γενικοῖς φόβοις τε καὶ ἀγωνίαις αὐτὸς διαφερόντως ταῖς ἀνηκέστοις περιβέβληται συμφοραῖς. γυμνάζει δὲ τέως τὸ καθόλου τοῦ βίου μοχθηρὸν καί φησιν· ἆρα ὑμῖν οὐ δοκεῖ πειρασμῶν ἐμπεπλῆσθαι καὶ περιστάσεων πάντων ἀνθρώ 75 πων ὁ βίος; καὶ ὡς πᾶς ἄνθρωπος ἔοικεν αὐθημερινῷ μισθωτῷ, ὃς δι' ὅλης ἡμέρας κάμνει, ἵνα μικρόν τι κομίσηται, ἢ θεράποντι δεδοικότι τὸν ἑαυτοῦ δεσπότην καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνοντι, ἢ ἁπλῶς μισθωτῷ, εἰ καὶ μὴ αὐθημερινῷ, ἵνα μετὰ τοὺς πολλοὺς καμάτους λάβῃ τινὰ μισθόν; ταῦτα δὲ ἔφη δεικνύς, ὡς πειρασμῶν μὲν καὶ φόβων ἐμπέπλησται ἡμῶν ὁ βίος. εἰ δὲ καί τις εὖ πράττειν δόξει, ὀλίγης τινὸς ἀπολαύσεως τυχὼν τὸν πάντα χρόνον ἐν μόχθοις διάγει. δείξας δέ, ὡς καθόλου μοχθηρὸς ὁ βίος, ἐπὶ τὰ ἰδικῶς ἑαυτῷ συμβεβηκότα μετέρχεται καί φησιν· 7, 36 οὕτως καὶ ἐγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. ἐὰν κοιμηθῶ, λέγω· πότε ἡμέρα; ὡς δ' ἂν ἀναστῶ πάλιν· πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί. φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων. ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. κἀγὼ τοιγαροῦν εἷς γέγονα τῶν τὸν ἀνιαρὸν τοῦτον ἀντλούντων βίον, καὶ πολὺν ἤδη χρόνον ἐν ταλαιπωρίαις ἐξετάζομαι· τοῦτο γὰρ σημαίνει τὸ μῆνας κενούς. εἰ δὲ βούλεσθε τὰ ἴδια μοι συμβεβηκότα μαθεῖν, εἰσὶ ταῦτα· αἱ νύκτες εἰς ἀνάπαυσιν τοῖς ἀνθρώποις ᾠκονομήθησαν, ἐγὼ δὲ παρὰ ταύτας ὀδυνῶμαι καὶ τὸν ἥλιον ἰδεῖν ἐπεύχομαι, εἰ ἴσως ἐν ἡμέρᾳ παραμυθίας τύχω τινός, ἡμέρας δὲ διαλαμψάσης ταῖς ὁμοίαις ὀδύναις βαλλόμενος τὴν ἑσπέραν ποθῶ, καὶ ταύτης