καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ πατρὶ ἐν τῷ μείτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρή, ὥστε ἡμᾶς ποιῆσαι τὸ ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εὐχαριστεῖν τῷ Θεῷ καὶ πατρί. [v 21] ὑποτασσόμενοι, φησίν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. πάνυ τοῦτο καθαιρετικόν ἐστι τοῦ φίλαρχον εἶναι καὶ φιλόπρωτον. πᾶσι γὰρ αὕτη δέδοται ἐντολή, ἐλεύθερο γὰρ ὢν ἐκ πάντων πᾶιν ἐμαυτὸν ἐδούλωα ἵνα πάντα κερδήω. ἀλλὰ καὶ ἡ λέγουσα ἐντολὴ δουλεύετε ἀλλήλο<ι> προσ τάσσει τοῦτο. διόπερ διὰ τῆ ἀγάπη ἐδούλευαν ταῖς ἐκκλησίαις οἱ ἀπόστολοι, λειτουργοῦντες καὶ ὑπηρετοῦντες τῇ τῶν ἀνθρώπων σωτηρίᾳ. καὶ αὐτὸς δὲ ὁ σωτὴρ τὴν δούλου μορφὴν ἀνείληφεν οὐ τοσοῦτον δι' ἄλλο τι ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰ τὸν νιπτῆρα πλύνειν τοὺ πόδα τῶν μαθητῶν. ἀλλὰ καὶ τὸ ὁ θέλων ἐν ὑμῖν εἶναι μέγα ἔται πάντων δοῦλο ὁ νοήσας ὑποτάσσεται κατὰ τὸ δουλεύειν οἷς δεῖ. ἔξεστι μέντοιγε τὸν δουλεύοντα, ποιοῦντα ἐν τῷ δουλεύειν τὰ πρόσφορα τοῖς δουλευομένοις, δοκεῖν μὴ ὑποτάσσεσθαι, ὅτε παρὰ τὸ μὴ ἐπίστασθαι τὰ συμφέροντα οἱ δουλευόμενοι ἐπιτάσσουσι τοῖς δουλεύειν ἐθέλουσι ποιεῖν τὰ μὴ κατάλληλα αὐτοῖς. πλὴν καὶ τότε ὁ πρὸς τὸ συμφέρον ποιῶν καὶ δουλεύει καὶ ὑποτάσσεται τῇ χρείᾳ τοῦ ᾧ δουλεύει, διὰ τὸν κατὰ τὸν λόγον τοῦ Θεοῦ ἀπαθῆ καὶ μακαριοποιὸν φόβον. τοῦτο γὰρ νομίζω δηλοῦσθαι ἐκ τοῦ ἐν φόβῳ Χριστοῦ. [v 22, 23] αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ κυρίῳ· ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας. πᾶσαν συζυγίαν ἀνδρὸς καὶ γυναικὸς ὁ λόγος οὗτος σύμβολον εἶναι θέλει Χριστοῦ καὶ ἐκκλησίας· τοῦ μὲν ἀνδρός, εἰ τὰ τοῦ γάμου κατὰ λόγον οἰκονομεῖ, μιμουμένο<υ> Χριστὸν τὸν τῆς ἐκκλησίας νυμφίον, τῆς δὲ γυναικός, ἐὰν δεόντως ἀνδρὶ συνοικῇ, ζηλούσης τὴν (ἵν' οὕτως εἴπω) συμβίωσιν πρὸς τὸν Χριστὸν τῆς ἐκκλησίας. οὕτω γὰρ ὁ ἀνὴρ ἔσται κεφαλὴ τῆς γυναικὸς ὁμοίως τῷ καὶ τὸν Χριστὸν τῆς ἐκκλησίας. εἰ μέντοιγε μὴ οὕτως συναρμοσθεῖεν ἀλλήλοις ἀνὴρ καὶ γυνή, οὐκ ἂν λεχθείη ἐπὶ τούτων ὅτι ὅδε τις κεφαλή ἐστι τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας. φιλοτιμείσθω οὖν ἕκαστος ἀνὴρ εἶναι πρὸς τὴν γυναῖκα ὡς ὁ Χριστὸς πρὸς τὴν ἐκκλησίαν, καὶ ἑκάστη πρὸς τὸν ἄνδρα ὡς ἡ ἐκκλησία πρὸς τὸν Χριστόν· καὶ πάντα δὲ τὰ Χριστοῦ νοείτω καὶ ποιείτω ἀνήρ, καὶ τὰ τῆς ἐκκλησίας ἡ γυνή. 30 Eph. v24 [ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.] [Ὠριγένης φησίν] εἰ οὕτως δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως δεήσει βιούσας τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως βιοῦσα. v 27. [ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος.] σπῖλοι δέ εἰσιν οἷον φακοὶ γινόμενοι ἐπὶ τοῦ σώματος καὶ μελανίαι καὶ ἀλφοὶ καὶ μυρμηκίαι· τούτων γὰρ περιαιρεθέντων ὡραιοτέρα γένοιτ' ἂν γυνή· καὶ τὰ ἀνάλογον αὐτοῖς νοείσθω γινόμενα καὶ περὶ τὴν ψυχήν, ἅτινα οὐδενός ἐστιν ἢ τοῦ Λόγου περιελεῖν, ἵνα παραστήσῃ ἑαυτῷ, φησί, τὴν ἰδίαν νύμφην μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. ῥυτίδες δὲ σημεῖόν εἰσι γήρως· οὕτως εἴ τις ἴχνη τοῦ παλαιοῦ ἐπιμένοι ἔχων μὴ ἀεὶ ἀνακαινούμενο, ῥερυτιδῶσθαι ἂν λέγοιτο κατὰ τὴν ψυχήν. [ 31] ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. παρατηρητέον, ὥσπερ καὶ ἐν ἄλλοις πεποιήκαμεν, ὅτι πολλάκις οὐκ αὐταῖς λέξεσιν ἐκτίθενται τὴν παλαιὰν γραφὴν οἱ τὴν καινὴν διαθήκην γράφοντες. καὶ περὶ μὲν τούτου ἐν μὲν τῇ Γενέσει οὕτω γέγραπται ἕνεκεν τούτου καταλείψει ἄνθρωπο τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προκολληθήεται πρὸ τὴν γυναῖκα αὐτοῦ καὶ ἔονται οἱ δύο εἰ άρκα μίαν, ἐνθάδε δὲ ἀντὶ τοῦ ἕνεκεν τούτου πεποίηκεν ὁ Παῦλος ἀντὶ τούτου, παραλέλοιπέν τε τὸ