προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἔργων ἀξιούμενος ὁ θεὸς ὑπὸ ἁμαρτωλῶν οὐκ ἀκούει. 71 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώ που ; Ἐπεὶ ἐξέβαλον αὐτὸν οἱ Ἰουδαῖοι ἔξω ἀπ' αὐτῶν διὰ τὴν ἐπὶ τῷ σωτῆρι παρρησίαν, διὰ τοῦτο εὗρεν αὐτὸν ὁ Ἰησοῦς. εἰ ἐπὶ τὸ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς ἐλήλυθεν ὁ σωτήρ, τέλος δὲ τῷ ζητοῦντί ἐστιν ἡ εὕρεσις τοῦ ζητουμένου, δῆλον ὅτι οὐχ ἁπλῶς γε ἀκουστέον τὸ «Εὑρὼν αὐτόν». καὶ γὰρ αὐτὸν τότε μάλιστα ἐχρῆν εὑρίσκεσθαι ὅτε ἐξεβλήθη ὑπὸ τῶν μὴ παραδεξαμένων τὴν περὶ Ἰησοῦ μαρτυρίαν. ἐκείνων γὰρ ἔξω γενόμενος ἐπιτήδειος πρὸς τὸ εὑρεθῆναι γεγένηται. συνετώτερον δὲ ἀκουστέον καὶ τὸ «Ἤκουσεν ὁ «Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω»· ἐπεὶ ἀκούσας τὸ τοιοῦτον τῆς ἀκοῆς αὐτοῦ ἄξιον εὑρίσκει τὸν περὶ οὗ ἤκουσεν. εὑρὼν δὲ αὐτὸν ἠρώτα τὸν εὑρεθέντα Σὺ πιστεύεις εἰς τὸν εὑρόντα υἱὸν τοῦ ἀνθρώπου; καὶ τάχα ὁ μὲν ἀρχόμενος πιστεύει εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ὁ δὲ διαβαίνων ἀναβαίνει καὶ ἐπὶ τὸ πιστεῦσαι εἰς τὸν υἱὸν τοῦ θεοῦ· ὥστ' ἂν εἰπεῖν αὐτόν· Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἔγνωμεν, ἀλλὰ νῦν αὐτὸν οὐκέτι γινώσκομεν κατὰ σάρκα μόνον, ἀλλὰ καὶ υἱὸν τοῦ θεοῦ. πῶς δὲ ἐρωτᾷ ὁ πάντα εἰδώς; καὶ ὅρα εἰ πρὸς τοῦτο φήσεις, παρατιθέμενος τὸ «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ» καὶ τὸ «Οὐκ οἶδα ὑμᾶς»; οὐ γὰρ ἅμα τῷ εὑρεθῆναί τις ἄξιός ἐστι τοῦ γινώσκεσθαι κατὰ τὸ «Νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες «ὑπ' αὐτοῦ». ἀλλὰ μετὰ τὴν εἰσαγωγὴν προκοπῆς δεῖ, ἵν' ὀφθῇ τις καὶ γνωσθῇ τῷ θεῷ. διὰ τοῦτο ἐρωτῶν αὐτὸν ὁ σωτήρ φησι· «Σὺ «πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;» ἐπεὶ δὲ οὐδέπω ἐδύνατο λέγειν ὅτι Πιστεύω, ἀλλ' ὡς ἀγνοῶν ἀποκριθεὶς εἶπε τὸ «Τίς ἐστι, «Κύριε, ἵνα πιστεύω εἰς αὐτόν;» ἐν μεθορίῳ τοίνυν ὑπῆρχεν, ἵν' οὕτως εἴπω, ἀπιστίας καὶ πίστεως. διὰ τοῦτό φησι πρὸς αὐτὸν ὁ σωτήρ· «Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετά σου ἐκεῖνός ἐστιν». 72 Τοιαύτη γὰρ παράδοσις καὶ δόξα παρὰ Ἰουδαίοις ἐκράτει· ὅθεν καὶ οἱ μαθηταὶ ἠρώτων τὸν Ἰησοῦν· «Οὗτος ἥμαρτεν ἢ οἱ γονεῖς αὐτοῦ;» ἀλλ' ἀπεφήνατο λέγων ὁ κύριος ὅτι «Οὔτε οὗτος οὔτε οἱ «γονεῖς αὐτοῦ», περὶ οὗ ἐν τοῖς ἔμπροσθεν εἴρηται. 73 Οὐ παρέργως ἀκουστέον τοῦ μὲν «Ἑώρακας» ἐπὶ τὸν παρελθόντα χρόνον ἀναφερομένου, τοῦ δὲ «Ὁ λαλῶν μετά σου» ἐπὶ τὸν ἐνεστη κότα, ὅτι ἐκεῖνος ὁ ἑωραμένος ὁ αὐτός ἐστι τῷ νῦν λαλοῦντι μετ' αὐτοῦ, παρατιθέμενον· «Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι καὶ οὐκ «ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». πολλοὶ γὰρ ἑωρακότες αὐτὸν οὐκ ἔγνωσαν αὐτόν. ἑώρακεν οὖν κυρίως αὐτὸν ὁ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὑπ' αὐτοῦ τοῦ θεοῦ φωτιζόμενος. ἀπὸ ἀμφοτέρων τοίνυν ὠφεληθεὶς ὁ ποτὲ τυφλός, ἀπό τε τοῦ ὁρᾶν καὶ ἀπὸ τοῦ λόγου, οὐ μόνον εἶπε· «Πιστεύω, Κύριε», ἀλλὰ καὶ προσε κύνησεν αὐτῷ. Οὐκ ἔλαττον δὲ καὶ τὸ τῆς λιθοβολίας δρᾶμα θεωρῶν, ἐπειδὴ καὶ τοῦτο πειρᾶται τροπολογῆσαι τοῦ εὐαγγελικοῦ καταψεύδεται γράμματος Οὐ πάνυ τι , λέγων, εὕραμεν ζητήσαν τες ἐν τοῖς πρὸ τούτου ὅτι ἐβάστασαν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν . εἶτα μετ' ὀλίγα φησίν· Εἰ γὰρ πάλιν ἐβάστασαν πρότερον ἐβάστασαν . 74 Εἰ πάλιν ἐβάστασαν πρότερον ἐβάστασαν. εἴπερ οὖν μὴ λανθάνει ἡμᾶς τοῦτο γεγραμμένον, ἀναγκαῖον ζητῆσαι τὴν αἰτίαν τῆς προσθή κης τοῦ «Πάλιν». οἶμαι δὲ ὅτι ὁ κακῶς λέγων τινὰ λίθον ἐπὶ τὸν κακολογούμενον βάλλει. κακῶς δὲ αὐτὸν ἔλεγον ἐν τοῖς ἀνωτέρω, ὅτε καὶ «σχίσμα ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους αὐτοῦ». πάλιν οὖν τὸ βάρος τῶν δυσφήμων βαστάσαντες λόγων τρόπον ἀφιεμένων ἐπ' αὐτὸν λίθων ὥρμησαν ἐπὶ τὸ λιθάσαι αὐτὸν τῇ κα κολογίᾳ. διὰ τοῦτό φησιν ἡ σοφία· «Ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ «τὴν κεφαλὴν αὐτοῦ βάλλει». βάλλειν γὰρ λίθον εἰς ὕψος λέγεται ὁ ἀδικίαν εἰς ὕψος λαλῶν. εὑρήσεις δὲ ἐν τῇ θείᾳ γραφῇ μίγμα τοῦ ὡσ ὰν ἱστορικοῦ πρὸς τὸ γυμναστικόν, καὶ μάλιστα παρὰ τῷ Ἰωάννῃ. τήρει γὰρ ἐν τῇ πρὸς τὴν Σαμαρεῖτιν διαλέξει πῶς τὸ μὲν «Ἐκαθέζετο «ἐπὶ πηγῆς ὁ Ἰησοῦς» ἀπαγγελία ἐστὶν ὡς περὶ σωματικῆς πηγῆς καὶ σώματος