καὶ Μάριν διαπέμπονται. Τὸ δὲ γράμμα τήν τε χειροτονίαν Ἀετίῳ ἐπεκάλει ὡς παρὰ θεσμὸν γεγενημένην μάλιστά γε καὶ ὅτι μετὰ τὴν καθαίρεσιν τῆς διακονίας, τῶν καθελόντων αὐτὸν οὐ λυσαμένων τὴν ψῆφον, ὁ δὲ καθελκόμενος ἐκεῖθεν ὅμως καὶ πρὸς βαθμὸν ἀνεπήδησε μείζονα· καὶ μὴν καὶ τὰς περὶ Κάνδιδον χειροτονίας ἀπεδοκίμαζεν ὡς παρὰ τὴν κοινὴν νεωτερισθείσας γνώμην, ἀλλὰ γὰρ καὶ τὰς ἄλλας ἃς οἱ περὶ Ἀέτιον ἐτελέσαντο. ∆εξάμενος δὲ τὴν ἐπιστολὴν ἄσμενος ὁ Εὐδόξιος, τῶν μὲν ὅρκων οὓς Εὐνομίῳ ὀμώμοστο καὶ τῶν πρὸς Εὐζώϊον γραμμάτων καὶ τῶν πολλῶν αὐτοῦ καὶ ποικίλων ὑποσχέσεων, τούτων οὐδὲν ἐπὶ νοῦν ἐλάμβανεν· ἀντιγράφει δὲ πρὸς τοὺς περὶ Θεοδόσιον, ἐποτρύνων αὐτοὺς εἰς τὴν πρᾶξιν, μᾶλλον δ' ὑποτιθέμενος χωρεῖν κατὰ τῶν παρασχόντων ἢ τῶν δεξαμένων τὰς χειροτονίας. 8.5 Ὅτι ὁ βασιλεὺς Ἰωβιανὸς εἰς τὸν ἀρχαῖον κόσμον ἀποκαθίστησι τὰς ἐκκλησίας, πάσης αὐτὰς ἀπαλλάξας ἐπηρείας ὅσην αὐταῖς ὁ ἀποστάτης ἐπήνεγκεν. ἀνακαλεῖται δὲ καὶ οὓς ἐκεῖνος τῆς εὐσεβείας οὐ μεθιεμένους ἐφυγάδευσεν· τούτων καὶ Οὐαλεντινιανὸς ἦν, ἀπὸ Θηβῶν τῶν Αἰγυπτίων ἀνακομιζόμενος. 8.6 Ὅτι, φησίν, οἱ περὶ Κάνδιδον καὶ Ἀρριανόν, προσγενεῖς ὄντες τῷ βασιλεῖ, πρὸς αὐτὸν ἐν Ἐδέσῃ παραγίνονται καὶ τῷ Ἀθανασίῳ ἐξοικειώσασθαι τὸν βασιλέα σπουδάζοντι ἐμποδὼν ἵστανται· πλὴν ὅ γε βασιλεύς, εἰς δίαιταν κοινὴν τὰ παρ' ἑκατέρου μέρους λεγόμενα ἀναθέμενος, ῥοπὴν οὐδετέροις τέως παρέσχεν ἐπίδηλον. 8.7 Ὅτι Εὐδόξιος κατὰ Κανδίδου καὶ Ἀρριανοῦ πρὸς Εὐζώϊον γράφει. ὁ δὲ ἠχθέσθη μέν, συμπαραλαβὼν δὲ καὶ Ἐλπίδιον ἀντιγράφει, μεμφόμενός τε τὴν συμβουλήν, ἀποσχέσθαι δὲ κἀκεῖνον μᾶλλον ἀντιπαραινῶν τῆς τοιαύτης γνώμης· ἐν ταὐτῷ δ' ἠρέμα πως ἐπῃτιᾶτο τὴν μακρὰν ἀναβολὴν τῶν διομολογηθέντων ὑπὲρ Ἀετίου Εὐνομίῳ. 8.8 Ὅτι Ἰωβιανὸς ὁ βασιλεὺς πρὸς τὴν Κωνσταντινούπολιν ἀπαίρων καὶ γεγονὼς ἐν Ἀγκύρᾳ θάτερον τῶν ἑαυτοῦ παίδων Οὐαρονιανόν, κομιδῇ νέον ὄντα, ἐπιφανέστατον (ὃ παρὰ Ῥωμαίοις τὸν νωβελλίσιμον δύναται) ἀναγορεύει. ἐκεῖθεν δὲ σφοδροτάτου χειμῶνος ἐπικειμένου σὺν τῷ στρατῷ χωρεῖ ἐπὶ τὰ πρόσω. καὶ πολλοὶ μὲν κατὰ τὴν ὁδὸν διαφθείρονται, αὐτὸς δὲ μετὰ τοὺς ὑπολειφθέντας καταλαμβάνει τὰ ∆αδάστανα. ἔν τινι δὲ καταλύσας σταθμῷ καὶ τροφῆς μετασχών, ἐν οἰκήματί τινι ἄρτι κεκονιαμένῳ κατακλίνεται πρὸς ὕπνον. πυρὸς δ' ἀναφθέντος ὥστε ἀλέαν ἐγγενέσθαι τῷ οἰκήματι, νοτὶς μὲν τῶν νεοχρίστων τοίχων ἀνεδίδοτο· ἠρέμα δὲ διὰ τῶν ῥινῶν παραδυομένη καὶ τοὺς ἀναπνευστικοὺς πόρους ἐπιφράττουσα καὶ ἀποπνίγουσα διαφθείρει τὸν βασιλέα, διανύσαντα ἐν τῇ βασιλείᾳ μῆνας ἐγγὺς δέκα. Ἀλλ' ὁ μὲν τούτου νεκρὸς εἰς τὴν Κωνσταντινούπολιν ἄγεται· ὁ δὲ στρατὸς κατὰ Νίκαιαν γεγονώς, ἡμερῶν διαγενομένων δώδεκα, τὸν Οὐαλεντινιανὸν ἀναγορεύει βασιλέα, ∆ατιανοῦ μὲν τοῦ πατρικίου ἐκ Γαλατίας τὴν βουλὴν γράμμασιν εἰσηγησαμένου (ἐν αὐτῇ γὰρ διά τε γῆρας καὶ τὸ τοῦ χειμῶνος ὑπελέλειπτο μέγεθος), συνεφαψαμένου δὲ τῇ πράξει Σεκούνδου τε τοῦ ἐπάρχου καὶ Ἀρινθαίου τοῦ στρατηγοῦ καὶ Γλαΐφου (τῶν δομεστίκων οὗτος ἡγεῖτο). Τοῦ δὲ στρατοῦ κατ' αὐτὴν τὴν ἀναγόρευσιν ἐπὶ τῆς ἀσπίδος ἐποχούμενον τὸν βασιλέα Προσλαβεῖν κοινωνὸν εἰς τὴν βασιλείαν ἀξιοῦντος, τῇ χειρὶ μὲν σιγᾶν αὐτοὺς ἐπιτρέπει, ἀτρέμα δὲ καὶ βασιλικῷ τῷ φρονήματι ἔφη· «βασιλέα μὲν ἐμὲ ποιεῖν ἐξ ἰδιώτου ἡ ὑμετέρα ψῆφος τὸ κῦρος ἐπεῖχεν· ἐκεῖθεν δὲ τὸ πρακτέον σκοπεῖν καὶ διευθετεῖν οὐχὶ τῶν βασιλευομένων, τοῦ δὲ βασιλεύοντος ἡ κρίσις ὑπάρχει.» Ἐπιβὰς δὲ τῇ Κωνσταντινουπόλει, κοινωνὸν μὲν τῆς βασιλείας τὸ ἀδελφὸν Οὐάλεντα ποιεῖται· συμπαραλαβὼν δ' αὐτὸν μέχρι Σερμίου, ἐπὶ τὴν Ἑσπέραν ἀπαίρει. ἐν δὲ τῷ Σερμίῳ τὰ τῆς βασιλείας πρὸς αὐτὸν διανειμάμενος ὁπόσα εἰς κόσμον καὶ τὴν ἄλλην ἐτέλει θεραπείαν, τὸν μὲν εἰς Κωνσταντινούπολιν ἀποπέμπει, τῆς Ἑῴας μοῖραν ἐγχειρίσας ὅσης ὁ Κωνστάντιος ἐπῆρχεν· αὐτὸς δὲ τὰς λοιπὰς δύο τὰς κατὰ ∆ύσιν ἀποκληρωσάμενος τῆς Ἑσπέρας ἐβασίλευε πάσης. μετ' οὐ πολὺ δὲ παῖδα Γρατιανὸν