ἔμελλεν ἐπιδείκνυσθαι κἀκείνους αὖ διὰ ταύτης εἰς ὑψηλοτέραν ἄγων ὑπόληψιν. 114 Jo 21, 17 Ἐπειδὴ τρίτον ἠρώτησεν αὐτὸν ἰσάριθμον τῇ ἀρνήσει ποιούμενος τὴν ἐρώτησιν, εἰς ἀνάμνησιν ἐκείνης ἐλθὼν ἐλυπήθη καὶ αὐτὸ τοῦτο <περὶ> ἐκείνης ἐννοήσας καὶ περὶ τοῦ μέλλοντος δεδοικὼς ὡς μή τι ἄρα τοιοῦτον αὐτῷ ἐπισυμπέσῃ. δι' ὃ καὶ σφόδρα ἐλυπήθη· οὐ γὰρ ἂν εἰ μὴ σφόδρα, ἐμέμνητο λύπης ὁ εὐαγγελιστής, ἀλλ' ὡς πολλῆς γεγενημένης καὶ τοῦ μὴ σιγηθῆναι ἀξίας. ἐλυπήθη οὖν καὶ συνεταράχθη τοὺς λογισμοὺς ταῖς ἀπὸ τῆς ἀθυμίας τρικυμίαις κλυδωνιζόμενος. διὸ καὶ πρὸς μόνον τὸν ἄκλυστον τῆς γαλήνης λιμένα καταφεύγει καὶ σύ, φησίν, κύριε, πάντα οἶδας, σὺ γινώσκεις, ὅτι φιλῶ σε. ὁ δὲ δεσπότης καὶ διὰ τοῦ πάλιν εἰπεῖν βόσκε τὰ πρόβατά μου καὶ διὰ τῶν ἐφεξῆς πᾶσαν αὐτοῦ τὴν λύπην καὶ ἀθυμίαν ἀπετρίψατο.