λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; οὐδείς· κἂν γάρ τινες βλάπτειν ἐπιχειρήσωσιν, οὐ βλάψουσιν ἀλλ' ὠφελήσουσιν. πόθεν δῆλον ὅτι ὑπὲρ ἡμῶν ὁ θεός; ἔκ τε τῶν προειρημένων, καὶ τὸ μέγιστον καὶ πᾶσαν ἐκπλῆττον διάνοιαν· ὅτι ὑπὲρ ἡμῶν τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο. εἰ οὖν ὁ θεὸς ὑπὲρ ἡμῶν, δηλονότι πάντα εἰς συμφέρον μεταστήσει, καὶ τὰ δοκοῦντα λυπηρὰ χαρᾶς πρόξενα παρασκευάσει, ὥσπερ καὶ ἐπὶ τῶν ἀποστόλων αὐτῶν καὶ μαρτύρων τὰς θλίψεις καὶ τοὺς διωγμοὺς καὶ τοὺς θανάτους ὑπόθεσιν στεφάνων καὶ βραβείων ἐποιήσατο καὶ πρόξενα τῆς βασιλείας τῶν οὐρανῶν. οὕτως οὖν ἂν ἡμεῖς μόνον μὴ ἐκλυθῶμεν, οὐδεὶς ἰσχύσει καθ' ἡμῶν. τέθεικε δὲ τὸ ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ἑξῆς, τήν τε κηδεμονίαν τὴν ἄφατον, ὡς ἔφημεν, τοῦ θεοῦ περὶ ἡμᾶς ἐνδεικνύμενος, καὶ ἅμα εἴ τι δυσχερὲς ὑπό τινων πάσχομεν, ὑπομένειν καὶ καρτερεῖν διὰ τοῦ παραδείγματος παραινῶν· οὐ μόνον δέ, ἀλλὰ καὶ ἀνακτώμενος καὶ παρηγορῶν. εἰ γὰρ ὁ υἱὸς ὑπὲρ σοῦ τοσαῦτα ἔπαθεν, τί σε χρὴ παθεῖν ὑπὲρ αὐτοῦ; καὶ εἰ ἐκεῖνος τοσαῦτα παθὼν τῆς πατρικῆς δόξης καὶ θεότητος οὐδέν τι καθυφειμένον ἐδέξατο, μηδὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα· πάντων γὰρ τῶν ἐπηγγελμένων καὶ μετὰ τὰ πάθη καὶ μετὰ τὸν θάνατον ἀξιωθήσῃ. τὸ δὲ πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; τὸ ἀπροφάσιστον καὶ ἀπαραίτητον θέλων παραστῆσαι τῆς δωρεᾶς, σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται, φησίν. ἐρεῖς, φησίν, ὅτι μή ποτε ἡμῶν ἐπιλήσεται; οὐκοῦν καὶ τοῦ υἱοῦ· σὺν αὐτῷ γὰρ τὰ πάντα ἡμῖν χαρίζεται· ὥστε πάντως καὶ ἀπροφασίστως τευξόμεθα ὧν ἐπηγγέλμεθα. εἰπὼν δὲ τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων ἐν τῷ εἰπεῖν· τίς καθ' ἡμῶν; νῦν ἕτερον εἶδος πειρασμῶν λέγει· 513 τοὺς ὀνειδισμούς, τὰς μέμψεις, τὰς λοιδορίας, τὰς διαβολὰς ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν. καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν· τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; καὶ ἀποδείκνυσι κἀνταῦθα ὥσπερ καὶ ἐπὶ τῶν προειρημένων, ὅτι θεοῦ δικαιοῦντος εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες. Rο+m8,34 Τῆς κυριακῆς ἐκείνης φωνῆς ἐνταῦθα τὸν νοῦν δηλοῖ καὶ ὑπαινίττεται τῆς ἐν τύπῳ εὐχῆς τῷ πατρὶ προσαγομένης· πάτερ, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, καί· ἵνα φυλάξῃς αὐτοὺς ἀπὸ τοῦ πονηροῦ. εἰ οὖν οὕτως κήδεται ὁ υἱὸς ὥστε καὶ ἐντυγχάνειν ἡ γὰρ τότε ῥηθεῖσα εὐχὴ τοσαύτην ἰσχὺν ἔχει ὥστε διαπαντὸς ἐνεργὴς εἶναι καὶ τὰ τῆς ἐντυχίας ἀπαρτίζειν , εἰ οὖν οὕτως κήδεται, τίς ὁ κατακρίνων τοὺς ἐν αὐτῷ πεπιστευκότας; ὁ πατὴρ ἐδικαίωσε καὶ ἐδόξασε, τὸ πνεῦμα συναντιλαμβάνεται, ὁ Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη καὶ ἐντυγχάνει· τίς λοιπὸν ὁ κατακρίνων ἢ ἐγκαλῶν, οὕτως τῆς ἁγίας τριάδος ὑπερασπιζούσης καὶ δικαιούσης ἡμᾶς; Rο+m8,35 Τὸ τίς ἡμᾶς χωρίσει; τοῦ τί οὖν ἐροῦμεν; ἐστὶν ἐπαναληπτικόν, ὥσπερ καὶ τὸ θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; τοῦ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; κέχρηται γὰρ τῷ τοιούτῳ σχήματι πολλαχῶς διὰ τὴν συνέχειαν τῆς περιβολῆς· οὐδεὶς γὰρ σχεδόν, ὅσα γε ἐμὲ εἰδέναι, οὔτε τῶν καθ' ἡμᾶς οὔτε τῶν θύραθεν τῇ ἰδέᾳ ταύτῃ ὡς ὁ μέγας Παῦλος ἐχρήσατο. ἵνα οὖν μὴ εἰς τὸ ἀσαφὲς αὐτῷ ἐκπίπτοι λίαν ὁ λόγος, καὶ ταῖς ἐπαναλήψεσι προσεχρήσατο. δύναται δὲ καὶ ἀπ' ἰδίας ἀρχῆς τὰ χωρία ταῦτα εἰλῆφθαι καὶ μὴ ὡς ἐπαναληπτικὰ τῶν εἰρημένων. Rο+m9,1-5 Ὃν οὐδὲν δύναται χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ, οὐ θάνατος ἀπειλούμενος, οὐ ζωὴ προτεινομένη, οὐ τὰ ἐκεῖθεν ἁπλῶς οὐδὲ τὰ ἐν 514 ταῦθα, οὐχ ὅπερ ἄν τις ἐπινοήσῃ διὰ τοῦτο γὰρ καὶ ἀγγέλων ἐμνήσθη καὶ δυνάμεων καὶ βάθους καὶ ὕψους , ὃν τοίνυν οὐδὲν χωρίσαι δύναται, πῶς αὐτὸς ἑκουσίως ἀφίσταται, καὶ τό τε ὑπὲρ τῶν κατὰ σάρκα συγγενῶν; καὶ οὐ μόνον ἑκουσίως χωρίζεται, ἀλλὰ καὶ ἐπιθυμεῖ καὶ ἐπιζητεῖ καὶ εὔχεται χωρισθῆναι τῆς ἀγάπης τοῦ Χριστοῦ· ηὐχόμην γάρ, φησίν, αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. τί οὖν ἐστι τοῦτο; πῶς συμβήσεται τὰ ἀσύμβατα; πρῶτον μέν, φαμέν, ὅτι οὐκ ἔστι ταῦτα ἐναντία· οὐ γάρ ἐστιν ἐναντίον