ὑπερ ούσιον, οὐκ ἄλλο τι ὂν παρὰ τὸ ἕν· οὐ γὰρ ἄλλο ἕκαστος, εἶτα ἀγαθόν, ἀλλὰ μόνον ἀγαθόν, ὥσπερ οὐδὲ ἄλλο, εἶτα ἕν, ἀλλὰ μόνον ἕν. 120 Πᾶς θεὸς ἐν τῇ ἑαυτοῦ ὑπάρξει τὸ προνοεῖν τῶν ὅλων κέκτηται· καὶ τὸ πρώτως προνοεῖν ἐν τοῖς θεοῖς. τὰ μὲν γὰρ ἄλλα πάντα μετὰ θεοὺς ὄντα διὰ τὴν ἐκείνων μετουσίαν προνοεῖ, τοῖς δὲ θεοῖς ἡ πρόνοια συμφυής ἐστιν. εἰ γὰρ τὸ τῶν ἀγαθῶν μεταδιδόναι τοῖς προνοουμένοις ἐξαίρετόν ἐστι τῆς προνοητικῆς ἰδιότητος, οἱ δὲ θεοὶ πάντες ἀγαθότητές εἰσιν, ἢ οὐδενὶ μεταδώσουσιν ἑαυτῶν, καὶ οὐδὲν ἔσται ἀγαθὸν ἐν τοῖς δευτέροις (πόθεν γὰρ τὸ κατὰ μέθεξιν ἢ ἀπὸ τῶν πρώτως τὰς ἰδιότητας ἐχόντων;)· ἢ μεταδιδόντες ἀγαθῶν μεταδιδοῦσι, καὶ ταύτῃ προνοήσουσι τῶν πάντων. ἐν θεοῖς οὖν ἡ πρόνοια πρώτως. καὶ ποῦ γὰρ ἡ πρὸ νοῦ ἐνέργεια ἢ ἐν τοῖς ὑπερουσίοις; ἡ δὲ πρόνοια, ὡς τοὔνομα ἐμφαίνει, ἐνέργειά ἐστι πρὸ νοῦ. τῷ εἶναι ἄρα θεοὶ καὶ τῷ ἀγαθότητες εἶναι πάντων προνοοῦσι, πάντα τῆς πρὸ νοῦ πληροῦντες ἀγαθότητος. 121 Πᾶν τὸ θεῖον ὕπαρξιν μὲν ἔχει τὴν ἀγαθότητα, δύναμιν δὲ ἑνιαίαν καὶ γνῶσιν κρύφιον καὶ ἄληπτον πᾶσιν ὁμοῦ τοῖς δευτέροις. εἰ γάρ ἐστι προνοητικὸν τῶν ὅλων, ἔστιν ἐν αὐτῷ δύναμις κρατητικὴ τῶν προνοουμένων, δι' ἥν, ἀκράτητον καὶ ἀπερί γραφον τοῖς πᾶσιν ὑπάρχουσαν, πάντα πεπληρώκασιν ἑαυτῶν, πάντα ὑποστρώσαντες ἑαυτοῖς· πᾶν γὰρ τὸ ἀρχικὸν ἄλλων αἴτιον καὶ κρατητικὸν διὰ δυνάμεως περιουσίαν ἄρχει καὶ κρατεῖ κατὰ φύσιν. ἔστι δὴ οὖν ἡ πρωτίστη δύναμις ἐν τοῖς θεοῖς, οὐ τῶν μὲν κρατοῦσα τῶν δὲ οὔ, πάντων δὲ ἐξ ἴσου προλαβοῦσα τὰς δυνάμεις ἐν ἑαυτῇ τῶν ὄντων, οὔτε οὐσιώδης οὖσα δύναμις οὔτε πολλῷ πλέον ἀνούσιος, ἀλλὰ τῇ ὑπάρξει τῶν θεῶν συμφυὴς καὶ ὑπερούσιος. ἀλλὰ μὴν καὶ τὰ πέρατα πασῶν τῶν γνώσεων ἑνοειδῶς ἐν τοῖς θεοῖς προϋφέστηκε· διὰ γὰρ τὴν θείαν γνῶσιν τὴν ἐξῃρη μένην τῶν ὅλων καὶ αἱ ἄλλαι πᾶσαι γνώσεις ὑπέστησαν, οὔτε νοερὰν οὖσαν οὔτε ἔτι μᾶλλον τῶν μετὰ νοῦν τινα γνώσεων, ἀλλὰ κατὰ τὴν ἰδιότητα τὴν θείαν ὑπὲρ νοῦν ἱδρυμένην. εἴτε ἄρα γνῶσίς ἐστι θεία, κρύφιός ἐστιν αὕτη καὶ ἑνοειδὴς ἡ γνῶσις· εἴτε δύναμις, ἀπερίγραφος πᾶσι καὶ περιληπτικὴ πάντων ὡσαύτως· εἴτε ἀγαθότης, τὴν ὕπαρξιν αὐτῶν ἀφορί ζουσα. καὶ γὰρ εἰ πάντα ἐστὶν ἐν αὐτοῖς, γνῶσις δύναμις ἀγαθότης, ἀλλ' ἡ ὕπαρξις τῷ ἀρίστῳ χαρακτηρίζεται καὶ ἡ ὑπόστασις κατὰ τὸ ἄριστον· τοῦτο δὲ ἡ ἀγαθότης. 122 Πᾶν τὸ θεῖον καὶ προνοεῖ τῶν δευτέρων καὶ ἐξῄρηται τῶν προνοουμένων, μήτε τῆς προνοίας χαλώσης τὴν ἄμικτον αὐτοῦ καὶ ἑνιαίαν ὑπεροχὴν μήτε τῆς χωριστῆς ἑνώσεως τὴν πρόνοιαν ἀφανιζούσης. μένοντες γὰρ ἐν τῷ ἑνιαίῳ τῷ ἑαυτῶν καὶ ἐν τῇ ὑπάρξει τὰ πάντα πεπληρώκασι τῆς ἑαυτῶν δυνάμεως· καὶ πᾶν τὸ δυνά μενον αὐτῶν μεταλαγχάνειν ἀπολαύει τῶν ἀγαθῶν ὧν δέχεσθαι δύναται κατὰ τὰ μέτρα τῆς οἰκείας ὑποστάσεως, ἐκείνων αὐτῷ τῷ εἶναι, μᾶλλον δὲ προεῖναι, τἀγαθὰ τοῖς οὖσιν ἐπιλαμπόντων. ὄντες γὰρ οὐδὲν ἄλλο ἢ ἀγαθότητες, αὐτῷ τῷ εἶναι τοῖς πᾶσιν ἀφθόνως τἀγαθὰ χορηγοῦσιν, οὐ κατὰ λογισμὸν ποιούμενοι τὴν διανομήν, ἀλλὰ τούτων μὲν κατὰ τὴν αὐτῶν ἀξίαν δεχομένων, ἐκείνων δὲ κατὰ τὴν αὐτῶν ὕπαρξιν διδόντων. οὔτε οὖν προ νοοῦντες σχέσιν ἀναδέχονται πρὸς τὰ προνοούμενα· τῷ γὰρ εἶναι ὅ εἰσι πάντα ἀγαθύνουσιν, πᾶν δὲ τὸ τῷ εἶναι ποιοῦν ἀσχέτως ποιεῖ (ἡ γὰρ σχέσις πρόσθεσίς ἐστι τοῦ εἶναι· διὸ καὶ παρὰ φύσιν)· οὔτε χωριστοὶ ὄντες ἀναιροῦσι τὴν πρόνοιαν· οὕτω γὰρ ἂν ἀναιροῖεν (ὃ μηδὲ θέμις εἰπεῖν) τὴν ὕπαρξιν τὴν ἑαυτῶν, ἧς ἰδιότης ἡ ἀγαθότης ἐστίν. ἀγαθοῦ γὰρ ἡ μετάδοσις εἰς πᾶν τὸ μετέχειν δυνάμενον, καὶ τὸ μέγιστόν ἐστιν οὐ τὸ ἀγαθοειδές, ἀλλὰ τὸ ἀγαθουργόν. τοῦτο τοίνυν ἢ οὐδὲν ἕξει τῶν ὄντων ἢ θεοὶ πρὸ τῶν ὄντων· οὐ γὰρ ἄν που τοῖς μὲν κατὰ μέθεξιν ἀγαθοῖς ὑπάρχοι τὸ μεῖζον ἀγαθόν, τοῖς δὲ πρώτως ἀγαθοῖς τὸ ἔλαττον. 123 Πᾶν τὸ θεῖον αὐτὸ μὲν διὰ τὴν ὑπερούσιον ἕνωσιν ἄρρητόν ἐστι καὶ ἄγνωστον πᾶσι τοῖς δευτέροις, ἀπὸ δὲ τῶν μετεχόντων ληπτόν ἐστι καὶ γνωστόν· διὸ μόνον τὸ πρῶτον παντελῶς ἄγνωστον, ἅτε ἀμέθεκτον ὄν. πᾶσα γὰρ ἡ διὰ λόγου γνῶσις τῶν ὄντων