25
ἐχυρωτάτοις περιβαλὼν ἐς τὸν νῦν φαινόμενον μετήνεγκε κόσμον. 2.8.1 Ταῦτα μὲν οὖν τρόπῳ, ᾧπέρ μοι ἐρρήθη, ἐπί τε Μεσοποταμίας καὶ Ὀσροηνῆς τῆς καλουμένης Ἰουστι2.8.2 νιανῷ βασιλεῖ πεποίηται. ὅντινα δὲ τρόπον Εὐφράτου ποταμοῦ τὰ ἐν δεξιᾷ ξυμβαίνει εἶναι, ἐγὼ δηλώσω. τὰ μὲν ἄλλα Ῥωμαίων τε καὶ Περσῶν ὅρια τῇδέ πη ἔχει. γειτονοῦσιν ἑκατέρων ἀλλήλοις χωρία, ὁρμώμενοί τε ἀπὸ 2.8.3 τῶν οἰκείων ἀμφότεροι καὶ διαμάχονται καὶ συμβάλλουσι τὰς συναλλαγάς, οἷά γε τὰ ἀνθρώπεια, ὁπηνίκα τοῖς τε ἤθεσι καὶ ταῖς πολιτείαις διάφοροι ὄντες χώραν τινὰ 2.8.4 ὅμορον ἔχουσιν. ἐν δέ γε τῇ πάλαι μὲν Κομμαγηνῇ χώρᾳ, τανῦν δὲ καλουμένῃ Εὐφρατησίᾳ, οὐδαμῆ ἀλλήλων ἄγχιστα ᾤκηνται. χώρα γὰρ ἔρημος καὶ ἄγονος ὅλως διορίζει ἐπὶ μακρότατον τὰ Ῥωμαίων τε καὶ Περσῶν ὅρια, 2.8.5 περιμάχητόν τε οὐδὲν ἔχουσα. ἑκάτεροι μέντοι ἐν ἐρήμῳ, ἥπερ ἄγχιστα γῆς τῆς πρὸς αὐτῶν οἰκουμένης τυγχάνει οὖσα, φρούρια παρέργως ᾠκοδομήσαντο ἐκ πλίνθου 2.8.6 ὠμῆς· ἅπερ ἐπιβουλῆς οὐδεμιᾶς παρὰ τῶν πέλας ἔτυχε πώποτε, ἀλλ' ἀνεπιφθόνως ἀμφότεροι τῇδε ᾠκήσαντο, ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἂν καὶ οἱ ἐναντίοι ἐφεῖντο. 2.8.7 βασιλεὺς δὲ ∆ιοκλητιανὸς τρία φρούρια τὸν τρόπον τοῦτον ἐν τῇ ἐρήμῳ ταύτῃ ἐδείματο· ὧνπερ ἕν, Μαμβρὶ ὄνομα, καταπεπονηκὸς τῷ μακρῷ χρόνῳ Ἰουστινιανὸς ἀνενεώσατο βασιλεύς. 2.8.8 Τούτου δὲ τοῦ φρουρίου ἐκ σημείων μάλιστα πέντε ἐς τὰ Ῥωμαίων ἤθη ἰόντι Ζηνοβία ποτὲ Ὀδονάθου γυνὴ τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχοντος πόλιν ᾤκισέ που ἐνταῦθά τινα ἐν τοῖς ἄνω χρόνοις βραχεῖαν, καὶ τὸ ὄνομα 2.8.9 ἀφῆκε τῇ πόλει. Ζηνοβίαν γὰρ αὐτήν, ὡς τὸ εἰκός, ἐπωνόμασεν. ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας ὁ χρόνος ἐρείπιον αὐτῆς τὸν περίβολον κατεστήσατο, ἅτε Ῥωμαίων αὐτῆς ἐπιμελεῖσθαι οὐδαμῆ ἀξιούντων, ἔρημόν 2.8.10 τε αὐτὴν τῶν ἐνοικούντων παντάπασι διειργάσατο. παρῆν οὖν Πέρσαις κατ' ἐξουσίαν, ἡνίκα ἂν ᾖ βουλομένοις σφίσιν, ἐν μέσοις γενέσθαι Ῥωμαίοις, ἀνηκόοις ἔτι τῆς 2.8.11 τῶν πολεμίων ἐφόδου οὖσιν. ἀλλὰ τὴν Ζηνοβίαν Ἰουστινιανὸς βασιλεὺς ἀνοικοδομησάμενος σύμπασαν, οἰκητόρων τε κατακόρως ἐμπλησάμενος, ἄρχοντά τε στρατιωτικῶν καταλόγων καὶ διαρκὲς ἄγαν καταστησάμενος φυλακτήριον, πρόβολον μὲν εἶναι τῆς Ῥωμαίων ἀρχῆς, 2.8.12 ἐπιτείχισμα δὲ διεπράξατο Πέρσαις· ὅς γε οὐχ ὅσον τὸ πρότερον ἀπέδωκε σχῆμα, ἀλλὰ καὶ πλεῖστον ἐχυρωτέραν εἰργάσατο ἢ πρότερον ἦν. σκόπελοι γὰρ αὐτὴν περι2.8.13 βάλλουσιν ὡς ἀγχοτάτω. τοῖς τε πολεμίοις διὰ ταῦτα ἐξῆν τοὺς ἐκ τοῦ περιβόλου ἀμυνομένους κατὰ κορυφὴν 2.8.14 ἐνθένδε βάλλειν. ὅπερ ἀποκρούεσθαι διὰ σπουδῆς ἔχων οἰκοδομίαν τινὰ τῇ τοῦ περιβόλου ὑπερβολῇ ἑτέραν ἐνῆψε κατ' αὐτὸ μάλιστα τὸ τῶν σκοπέλων γειτόνημα, προκάλυμμα τοῖς ἐνθένδε μαχομένοις ἀεὶ ἐσομένην. πτερὰ τὴν οἰκοδομίαν καλοῦσι ταύτην ἐπεὶ ὥσπερ ἀποκρέμασθαι 2.8.15 τοῦ τείχους δοκεῖ. ἅπαντα μὲν οὖν ὅσα βασιλεὺς ἐπὶ Ζηνοβίας εἰργάσατο φράσαι ἀμήχανον, ἐπεὶ ἐν χώρῳ ἐπὶ μακρότατον ἀγείτονι οὖσαν καὶ διὰ τοῦτο μὲν ἐν κινδύνοις ἀεὶ ἐσομένην, ἐπικουρίας δὲ τυχεῖν Ῥωμαίων πλησιοχώρων οὐκ ὄντων αὐτῇ οὐκ ἂν δυναμένην, βεβαιοτάτης, ὡς τὸ εἰκός, ἐπιμελείας μάλιστα πάντων ἠξίωσεν· ὀλίγα δέ μοι ἄττα τῶν τῇδε πεπραγμένων γεγράψεται. 2.8.16 Παραρρεῖ μὲν τὴν Ζηνοβίαν Εὐφράτης ποταμὸς πρὸς ἀνίσχοντά που τὸν ἥλιον, ὡς ἀγχοτάτω τοῦ ἐκείνῃ περιβόλου ἰών, ὀρῶν δὲ παρ' αὐτὸν ὑψηλῶν ἀνεχόντων ἐν τούτῳ τῷ χώρῳ διασκεδάννυσθαι οὐδαμῆ ἔχων, ἀλλ' ἀνάγκῃ τοῦ γειτονήματος τῶν ἐνταῦθα ὀρῶν, ταῖς τε ὄχθαις σκληραῖς οὔσαις πεπιεσμένος καὶ ἐν στενῷ μάλιστα ξυνάγων τὸ ῥεῦμα, ἐπειδὰν αὐτῷ ὄμβρων ἐπιγενομένων ὑπερβλύζειν ξυνενεχθείη, ἐπιχυθεὶς τῷ τείχει, εὐθὺς οὐκ ἀμφὶ τὰ θεμέλια μόνον, ἀλλ' ἄχρι ἐς τὰς 2.8.17 ἐπάλξεις ἐπέκλυζεν. οὗ δὴ τῷ ῥοθίῳ καταβεβρεγμένου ξυνέβαινε τὰς ἐπιβολὰς ξυγχεῖσθαι τῶν λίθων, ἐπὶ σφα2.8.18 λερᾶς τε αὐτῶν τὸ λοιπὸν τῆς ξυνθήκης ἑστάναι. ἀλλὰ λίθον παμμεγέθη ἐκ λίθου μυλίου πρόβολον τῷ περιβόλῳ ἰσομήκη ἀπεργασάμενος ἐνταῦθα μὲν ἀεὶ ἐνοχλεῖν τὸ τοῦ ποταμοῦ κλυδώνιον