ἡλικίας διασώσαντες, δῶρον τῷ Ἰνδῶν βασιλεῖ προσκομίζουσιν. Ὁ δὲ ἡσθεὶς τῇ προσόψει τῶν νέων, ἕνα μὲν αὐτῶν, ᾧ ὄνομα ἦν Αἰδέσιος, οἰνοχόον τῆς αὐτοῦ τραπέζης καθίστησι· τὸν δὲ ἕτερον, Φουρμέντιος ὄνομα αὐτῷ, τῶν βασιλικῶν γραμματοφυλάκων φροντίζειν προσέταξεν. Μετ' οὐ πολὺ δὲ τελευτῶν ὁ βασιλεὺς ἐπὶ υἱῷ κομιδῇ νηπίῳ καὶ γυναικὶ, ἐλευθέρους τούτους ἀφίησιν. Ἡ δὲ γυνὴ τοῦ βασιλέως, υἱὸν ἔχουσα καταλελειμμένον ἐν ἡλικίᾳ μικρᾷ, εἶπεν αὐτοῖς πρόνοιαν αὐτοῦ ποιήσασθαι, ἄχρις οὗ εἰς ἄνδρα τελέσῃ. Πεισθέντες οὖν οἱ νεανίσκοι πρόνοιαν ποιοῦνται τῶν τοῦ βασιλέως πραγμάτων. Φουρμέντιος δὲ ἦν μάλιστα ὁ διοικῶν σύμπαντα· ἔργον δὲ ἐποιεῖτο, τοὺς ἐπιδημοῦντας τῇ χώρᾳ Ῥωμαίους ἐμπόρους ζητεῖν, εἴπου τινὰ τῶν Χριστιανιζόντων ἐφεύροι. Εὑρὼν δὲ, καὶ τὰ καθ' ἑαυτὸν διδάσκων, παρεκάλει τόπους καταλαμβάνειν ἰδιάζοντας ἐπὶ τῷ τὰς Χριστιανικὰς ἐκτελεῖν εὐχάς. Κατὰ βραχὺ δὲ προϊόντος τοῦ χρόνου, καὶ εὐκτήριον κατεσκεύασε, καί τινας τῶν Ἰνδῶν κατηχοῦντες συνεύχεσθαι αὐτοῖς παρεσκεύασαν. Ἐπεὶ δὲ ὁ τοῦ βασιλέως παῖς τῆς τελείας ἡλικίας ἐπέβη, οἱ περὶ τὸν Φουρμέντιον παραδόντες τὰ καλῶς ὑπ' αὐτῶν διοικηθέντα πράγματα, ᾔτουν ἐπὶ τὴν ἑαυτῶν ἀποχωρῆσαι πατρίδα· τοῦ δὲ βασιλέως καὶ τῆς ἑαυτοῦ μητρὸς ἐπιμένειν παρακαλούντων καὶ μὴ πεισάντων, ἀνεχώρουν ἐπιθυμίᾳ τῆς ἐνεγκαμένης. Αἰδέσιος μὲν οὖν ὡς ἐπὶ τὴν Τύρον ἐσπουδάζεν, ὀψόμενος γονέας τε καὶ συγγενεῖς· Φουρμέντιος δὲ καταλαβὼν τὴν Ἀλεξάνδρειαν, τῷ ἐπισκόπῳ Ἀθανασίῳ τότε νεωστὶ τῆς ἐπισκοπῆς ἀξιωθέντι, ὑπαναφέρει τὸ πρᾶγμα, διδάξας τά τε τῆς ἑαυτοῦ ἀποδημίας, καὶ ὡς ἐλπίδας ἔχουσιν Ἰνδοὶ τὸν Χριστιανισμὸν παραδέξασθαι· ἐπίσκοπόν τε καὶ κλῆρον ἀποστέλλειν, καὶ μηδαμῶς περιορᾷν τοὺς δυναμένους σωθῆναι. Ἀθανάσιος δὲ λαβὼν εἰς ἔννοιαν τὸ λυσιτελὲς, αὐτὸν Φουρμέντιον τὴν ἐπισκοπὴν ἀναδέξασθαι παρεσκεύασεν, εἰπὼν μὴ ἔχειν αὐτοῦ ἐπιτηδειότερον. Γίνεται δὴ τοῦτο· καὶ Φουρμέντιος ἀξιωθεὶς τῆς ἐπισκοπῆς αὖθις ἐπὶ τὴν Ἰνδῶν παραγίνεται χώραν, καὶ κῆρυξ τοῦ Χριστιανισμοῦ γίνεται, εὐκτήριά τε πολλὰ ἱδρύει, ἀξιωθείς τε θείας χάριτος, πολλὰ μὲν σημεῖα, πολλῶν δὲ σὺν τῇ ψυχῇ καὶ τὰ σώματα ἐθεράπευε. Ταῦτα δὲ ὁ Ῥουφῖνος παρὰ τοῦ Αἰδεσίου, ὕστερον καὶ αὐτοῦ ἱερωσύνης ἀξιωθέντος ἐν τῇ Τύρῳ, ἀκηκοέναι φησίν. 1.20 Τίνα τρόπον Ἴβηρες ἐχριστιάνισαν. Καιρὸς δὲ ἤδη λέγειν, ὅπως καὶ Ἴβηρες ὑπὸ τὸν αὐτὸν χρόνον ἐχριστιάνισαν. Γυνή τις, βίον σεμνὸν καὶ σώφρονα μετερχομένη, θείᾳ τινὶ προνοίᾳ ὑπ' Ἰβήρων αἰχμάλωτος γίνεται. Ἴβηρες δὲ οὗτοι προσοικοῦσι μὲν τὸν Εὔξεινον πόντον, ἄποικοι δὲ εἰσὶν Ἰβήρων τῶν ἐν Ἱσπανίᾳ. Ἡ γυνὴ τοίνυν ἡ αἰχμάλωτος ἐνμέσοις οὖσα τοῖς βαρβάροις ἐφιλοσόφει· σὺν γὰρ τῇ πολλῇ τῆς σωφροσύνης ἀσκήσει, νηστείᾳ τε βαθυτάτῃ καὶ συντόνοις προσέκειτο ταῖς εὐχαῖς· τοῦτο δὲ ὁρῶντες οἱ βάρβαροι τὸν ξενισμὸν τοῦ πραττομένου ἐθαύμαζον. Συμβαίνει δὴ τὸν τοῦ βασιλέως παῖδα νήπιον ὄντα ἀρρωστίᾳ περιπεσεῖν· καὶ ἔθει τινὶ ἐγχωρίῳ, παρὰ τὰς ἄλλας γυναῖκας ἡ τοῦ βασιλέως γυνὴ ἔπεμπε τὸν παῖδα θεραπευθησόμενον, εἴπου τι βοήθημα πρὸς τὴν νόσον ἐκ πείρας ἐπίστανται. Ὡς δὲ περιαχθεὶς ὁ παῖς ὑπὸ τῆς τροφοῦ, παρ' οὐδεμιᾶς τῶν γυναικῶν θεραπείας ἐτύγχανε, τέλος ἄγεται πρὸς τὴν αἰχμάλωτον. Ἡ δὲ, ἐπὶ παρουσίᾳ πολλῶν γυναικῶν, ὑλικὸν μὲν βοήθημα προσέφερεν οὐδέν· οὐδὲ γὰρ ἠπίστατο· δεξαμένη δὲ τὸν παῖδα, καὶ εἰς τὸ ἐκ τριχῶν ὑφασμένον αὐτῇ στρωμάτιον ἀνακλίνασα, λόγον εἶπεν ἁπλοῦν· «Ὁ Χριστὸς,» φησὶν, «ὁ πολλοὺς ἰασάμενος, καὶ τοῦτο τὸ βρέφος ἰάσεται.» Ἐπευξαμένης τε ἐπὶ τῷ λόγῳ τούτῳ, καὶ ἐπικαλεσαμένης Θεὸν, παραχρῆμα ὁ παῖς ἀνερρώννυτο, καὶ εἶχεν ἐξ ἐκείνου καλῶς· φήμη τε ἐντεῦθεν τὰς τῶν βαρβάρων γυναῖκας καὶ αὐτὴν τὴν τοῦ βασιλέως διέτρεχε· καὶ φανερωτέρα ἡ αἰχμάλωτος ἐγίνετο. Μετ' οὐ πολὺ δὲ καὶ ἡ τοῦ βασιλέως γυνὴ ἀρρωστίᾳ περιπεσοῦσα τὴν αἰχμάλωτον γυναῖκα μετεπέμπετο. Τῆς δὲ παραιτησαμένης μετριαζούσης τε ἐν τοῖς ἤθεσιν, αὐτὴ φέρεται παρ' αὐτήν· ποιεῖ δὲ ἡ αἰχμάλωτος ἃ καὶ ἐπὶ τοῦ παιδὸς πεποιήκει πρότερον·