25
ΕΡΜΗΝ. ΤΟΥ Ιʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ." Τοῦτον τὸν ψαλμὸν ὑπὸ τοῦ Σαοὺλ διωκόμενος ὁ θειότατος ∆αβὶδ εἴρηκε πρὸς τοὺς παραινοῦντας αὐτῷ φυγῇ τὴν σωτηρίαν πορίσασθαι. Ἁρμόττει δὲ παντὶ ἀδικουμένῳ, καὶ τὴν εἰς Θεὸν ἐλπίδα κεκτημένῳ. Εἰς τὸ τέλος δὲ ἐπιγέγραπται, ἅτε δὴ πρόῤῥησιν περιέχων τῆς δικαίας τοῦ Θεοῦ κρίσεως, καὶ τῆς ἐπενεχθησομένης τοῖς παρανόμοις κολάσεως. βʹ. "Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου, Μεταναστεύου ἐπὶ τὰ ὄρη, ὡς στρουθίον;" Τί δήποτε, φησὶ, παραινεῖτέ μοι φυγεῖν, καὶ τὰ ὄρη περινοστεῖν, στρουθίου δίκην ἐπτοημένου, καὶ τὰς σκηνὰς τῇδε κἀκεῖσε μεταβαίνειν, βε βαίαν ἔχοντι τὴν εἰς Θεὸν ἐλπίδα, καὶ δι' ἐκείνην τοὺς δυσμενεῖς μὴ δειμαίνοντι; γʹ. "Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον· 80.940 ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. Τινὲς καὶ ταῦτα συνῆψαν τοῖς εἰρημένοις στίχοις· ἀλλὰ τὰ ἐπιφε ρόμενα οὐκ ἐᾷ. Ἐπάγει γάρ· δʹ. "Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον." Ἐντεῦθεν δὲ διδασκόμεθα, ὡς πρὸς τὸν Θεὸν ἔτρεψε τοὺς λόγους ὁ προφήτης, ἐντεύξει χρώμενος, καὶ διδάσκων ὡς εὐτρεπῆ τῶν πολεμίων, καὶ τὰ τόξα, καὶ τὰ βέλη, καὶ σκοπὸς αὐτοῖς οἷον ἐν σκοτομήνῃ τινὶ καὶ ἀσελήνῳ νυκτὶ, τοῖς λόχοις καὶ ταῖς ἐνέδραις χρήσασθαι καθ' ἡμῶν. Τὸ γὰρ τῆς ἐπιβουλῆς λαθραῖον καὶ κεκρυμμένον σκοτομήνην ἐκάλεσε· τοῦτο δὲ τὸ ὄνομα τὴν ἀσέληνον νύκτα δηλοῖ. Εὐθεῖς δὲ τῇ καρδίᾳ ὠνόμασεν, οὐ τὴν ἄκραν ἀρετὴν ἑαυτῇ μαρτυρῶν· ἀλλ' εἰδὼς ὅτι πρὸς βλάβην τοῦ Σαοὺλ οὐδὲν εἰργάσατο πώποτε, ἀλλ' εὐνοίᾳ πλείστῃ περὶ αὐτὸν χρησάμενος διετέλεσεν. "Ὅτι ἃ σὺ κατηρ τίσω, αὐτοὶ καθεῖλον." Οὐχ ἥρπασα, φησὶ, τὴν βασιλείαν, ἀλλὰ τὴν χειροτονίαν παρὰ τῆς σῆς χάριτος ἐδεξάμην. Ἐκεῖνοι δέ με καταλῦσαι πειρῶν ται κατὰ τῆς σῆς ὁπλιζόμενοι ψήφου. "Ὁ δὲ δίκαιος τί ἐποίησε; [εʹ, ϛʹ.] Κύριος ἐν ναῷ ἁγίῳ αὑτοῦ, Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον, καὶ τὸν ἀσεβῆ." Ἐκεῖνοι μὲν οὖν τῇ κατ' ἐμοῦ κέχρηνται πονηρίᾳ· σὺ δὲ ὁ δίκαιος κριτὴς ἐγκαθήμενος τοῖς οὐρα νίοις θώκοις, καὶ τὴν οἰκείαν ἐπιφάνειαν ἐν τῷ ναῷ τῷ ἐπὶ γῆς ποιούμενος, ἐποπτεύεις μὲν τὴν οἰκουμένην ἅπασαν, ἀρκεῖ δέ σοι μόνον τῶν ὀμμά των τὰ βλέφαρα, τὰ ἀνθρώπεια πάντα καταμαθεῖν. Οἶσθα δὲ ἀκριβῶς καὶ ἀδίκων καὶ δικαίων τὰς πρά ξεις, καὶ ταλαντεύεις τοῖς ἔργοις τὰς ἀντιδόσεις. Ἰστέον δὲ, ὅτι καὶ ὀφθαλμοὺς, καὶ βλέφαρα, καὶ θρόνους, καὶ τἄλλα ὅσα τοιαῦτα, σωματικώτερον λέγει, ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων τοὺς ἀν θρώπους τὰ θεῖα διδάσκων, καὶ ταῖς θείαις ἐνερ γείαις τῶν ἀνθρωπίνων μορίων τὰς προσηγορίας τιθείς. "Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυ τοῦ ψυχήν." Ὁ τὴν ψυχὴν ἀγαπῶν, τὴν ἀδικίαν μισεῖ· ὁ δὲ περὶ ἐκείνην εὖ διακείμενος, ὄλεθρον τῇ ψυχῇ μηχανᾶται· ἐπισπᾶται γὰρ τὴν θείαν ὀργὴν, περὶ ἧς ὁ προφητικὸς διέξεισι λόγος. ζʹ. "Ὅτι ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος." Ἀπὸ τῶν ἤδη περὶ τὰ Σόδομα γινομένων σχηματίζει τὰς τιμωρίας· καὶ γὰρ εἰς ἐκείνας τὰς πόλεις ἔβρεξε Κύριος παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐκ τοῦ οὐρανοῦ. Ταῦτα τοίνυν κἀνταῦθα ἠπείλησεν· οὐχ ὡς πάντως ταῦτα ἐπάξων, ἀλλὰ διὰ τούτων τὰς παντοδαπὰς 80.941 κολάσεις παραδηλῶν. "Ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν." Ταῦτα, φησὶν, ἑαυτοῖς ἀπεκλήρωσαν τὴν παρανομίαν ἑλόμενοι. Ποτήριον δὲ ἐνταῦθα τὴν τιμωρίαν ὀνομάζει. Οὕτω δὲ καὶ ἐν ἑτέρῳ ψαλμῷ, ὅτι "Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος·" καὶ μετ' ὀλίγον· "Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς." Τοῦτο τὸ ποτήριον ὁ μακάριος Ἱερεμίας τοῖς ἔθνεσι προσενεγκεῖν ἐκελεύσθη. ηʹ. "Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγά πησεν· εὐθύτητας οἶδε τὸ πρόσωπον αὐτοῦ." Ταῦτα, φησὶν, ἐπιφέρει τοῖς κακίᾳ συζῶσι τῶν ὅλων ὁ Κύριος· ἐπεὶ δικαιοσύνης ὑπάρχει πηγὴ, καὶ οἷόν τινι πηδαλίῳ τῇ εὐθύτητι χρώμενος ἰθύνει τὰ σύμπαντα.