25
χειροτονίας ἄξιος τὸ καθόλου, κἂν ἐνταῦθα ὑποστρέψῃ· οἶδα γὰρ τὰ αὐτοῦ ὑπὲρ ἐκεῖνον αὐτόν, πατὴρ αὐτοῦ γεγονώς. 20 {1Πινουφίῳ καὶ Μάρῃ τέκνοισ}1 Οὐκ ἐβουλόμην ὑμῖν ἐπιστεῖλαι διὰ τὸ τὰ δεύτερα γράμματα ὑμῶν μὴ συμφωνεῖν τοῖς προτέροις (τὰ μὲν πρότερα ἐπαγγελίαν εἶχον ταχίστης μεταγνώσεως καὶ ἐλεύσεως πρὸς ἡμᾶς, τὰ δὲ δεύτερα ἀνάνευσιν καὶ ἀνατροπὴν) καὶ ὅτι ἐπαφορμίζεσθε τοῦτο καὶ ἐκεῖνο καὶ οὐχὶ μᾶλλον ἐν ἀληθείᾳ ὁμολογεῖτε τὸ πταῖσμα ὑμῶν, θρηνοῦντες καὶ μεταμελούμενοι ἐφ' οἷς κακῶς πεπράχατε. εἰ οὖν μετανοεῖτε καὶ ἔστιν ἐν ὑμῖν σπινθὴρ φόβου θεοῦ, ἀνακαίων τὰς καρδίας ὑμῶν εἰς ἃς δεδώκατε ὁμολογίας καὶ συνθήκας θεῷ τε καὶ ἡμῖν ἐπὶ τοῦ φοβεροῦ βήματος αὐτοῦ ὑπὸ μάρτυσιν ἀγγέλων καὶ πάσης τῆς ἀδελφότητος, εὖ ἂν ἔχοι· καὶ μηδὲ ἐντεῦθεν μηδὲ ἐντεῦθεν ἐπιβλέψησθε, ἀλλὰ συντόμως διαρρήξαντες τὴν ἐκ τοῦ δαίμονος συμπλοκὴν τῆς προσπαθείας ὑμῶν καὶ ἰδιορρυθμίας, ᾗ πεπλάνηκεν ὑμᾶς ἐκβαλὼν τοῦ κοινοβίου καὶ περιάγων ὑμᾶς εἰς τόπους, εἰς οὓς οὐκ ἐπισκοπεῖ Κύριος (πῶς γὰρ ἂν καὶ ἐπισκοπήσῃ ἐπ' ἀθετήσει τῶν ἁγίων αὐτοῦ ἐντολῶν;), ἥκατε πρὸς ἡμᾶς, ἥκατε ἐν συντετριμμένῃ καρδίᾳ καὶ λόγῳ τεταπεινωμένῳ πρὸς τὸ ἄλλον ὑμᾶς βίον ἀναλαβέσθαι ὑπὲρ τὸν πρότερον. ὁ γὰρ πρότερος σκαιὸς ἦν ἐκ τῆς κατὰ μικρὸν χαυνώσεως, θρασύτητος ὑμῶν καὶ ἀντιλογίας, ὑπαγαγὼν ὑμᾶς ἐν τῷ τῆς ἀποστασίας πτώματι. καὶ ἡμεῖς, κἂν ἁμαρτωλοί ἐσμεν, ἀλλ' οὖν σπλάγχνοις πατρικοῖς προσδεξόμεθα ὑμᾶς καὶ τὴν ἑαυτῶν ταπεινὴν ψυχὴν μέχρι θανάτου ὑποτιθέντες εἰς τὸ ἀναβαστάξαι ὑμῶν τὰ ἀσθενήματα κατὰ ψυχὴν καὶ σῶμα· οὐ γὰρ ἐξ ὅτε ἀπωλισθήσατε ἐν ἀμεριμνίᾳ γεγόναμεν, ὥσπερ οὐδὲ ἐπὶ τῶν ἄλλων, ἀλλὰ τηκομένην ἔχομεν ἐν ἑαυτοῖς τὴν καρδίαν καὶ πρὸς τὸν θεὸν αἴροντες φωνὴν ἡμῶν οἰκτρὰν καὶ βέβηλον, ἵνα ἀνθυπονοστήσῃ ὑμᾶς πρὸς τὴν μάνδραν ὑμῶν ἐμπνεύσει λογισμοῦ μετανοίας. καὶ ἐάνπερ οὕτως πράξοιτε, θεραπεύοιτε πάλιν τὸν θεὸν καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς· οὐ γὰρ ζητεῖ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ἐπιστρέψατε οὖν, ἐπιστρέψατε, πρὶν ἄφνω ἐπιστῇ ὑμῖν ὁ ὄλεθρος, καθὼς τῷ Πετρωνίῳ, καὶ εὑρεθῆτε κενὰ καὶ ἀνόνητα μεταμελούμενοι, ὅτε τῆς μετανοίας κέρδος οὐδέν. ποῦ τοίνυν εἰσὶν οἱ λόγοι σου, Πινούφιε, καὶ σοῦ, Μάρη; μαρτυρίου ἀγῶνας ὑποδέχεσθαι διὰ τὴν ταπείνωσιν ἡμῶν προεθυμεῖσθε, μᾶλλον δὲ διὰ τὴν σωτηρίαν τὴν δι' ὑπακοῆς, καὶ τοῦτο πολλάκις· καὶ μικρά τις αὖρα ἐλθοῦσα ἐρρίπισεν ὑμᾶς ὡς ἄν τινα ἀνέμην. ἀνανήψατε, ἐπιβλέψατε εἰς θεόν, φοβήθητε ἀπὸ τῶν κριμάτων αὐτοῦ καὶ ἐξ ὧν συνεπίστασθε πράξεων ὑμῶν, ὅτι ἐν ἐκείναις μόνον οὐκ ἀρκετὸς ὑμῖν πᾶς ὁ βίος εἰς μετάνοιαν. τί λοιπὸν προσθήκας ἁμαρτημάτων προστίθεμεν ἐπὶ ἁμαρτήμασι χαλεποῖς; Πρὸς δὲ τὸ γράψαι ἡμᾶς εἰς οὓς εἰρήκατε, ἀσμένως προσδεχθέντες καὶ ξενοδοχούμενοι ὑπ' αὐτῶν, τοῦτο μὲν οὐ ποιοῦμεν· οὐ γὰρ ἐξ ἡμῶν ἐξήλθατε διὰ λόγου ὑπακοῆς, ἵνα κρίνωμεν ἀξίους ὑποδοχῆς, τοὐναντίον δὲ καταλογιζόμενοι ὁριζόμεθα ὑμῖν οὕτως. ἀφ' ἧς οὖν ἡμέρας δέξησθε τὰ γράμματα, ἀποκινήσατε καταλαβόντες τὰ ἐνταῦθα. εἰ δὲ ἀπειθοῦντες ἐπιμένοιτε, ὅπερ μὴ δῴη ὁ θεός, ὃ ἀπεύχομαι, ἐστὲ ἀκοινώνητοι, κατακεκριμένοι τε καὶ καταδεδικασμένοι παρὰ ἀληθείᾳ δικαζούσῃ, νενεκρωμένοι τε τὴν ψυχὴν καὶ ἐστερημένοι τοῦ πνεύματος, καθὼς ὁ μέγας καὶ θεῖος Βασίλειος ἀπεφήνατο· ἀλλ' οὔτε οἱ ὑποδεχόμενοι ὑμᾶς ἔξω κατακρίσεώς εἰσιν, ὡς μὴ τοὺς θείους κανόνας φυλάττοντες. 21 {1Συμεὼν μονάζοντι}1 Ἔγνωμεν, ὦ πάτερ, καὶ διὰ τῶν προλαβόντων οἷος καὶ ἡλίκος γέγονας πρὸς τὴν ταπείνωσιν ἡμῶν, ἐν πᾶσι τοῖς συμβεβηκόσι θλιβεροῖς ὁμαλίζων καὶ διευθετῶν πάντα πρὸς τὸ λυσιτελές· ᾔσθημεν δὲ καὶ νῦν περίλυπόν σε διὰ τῆς ἐπαγγελίας τοῦ ἀδελφοῦ γεγενῆσθαι ἐν τοῖς παρισταμένοις. ἀλλὰ τί πάθωμεν; ὅτι ἐντολὴ θεοῦ πρόκειται καὶ κανόνες πατρικοὶ οἱ ἀπείργοντες ἡμᾶς ἐκ τῆς τοιαύτης κοινωνίας. ὧδε δὲ φθάσειε ἡ ταχεῖα ῥοπή σου καὶ