1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

25

βίον ἐν αὐτῷ πεπλήρωκεν· ὑπερόριος γὰρ θείᾳ δίκῃ ἀνῃρέθη. τούτῳ τῷ ἔτει, βασιλεύσας ἔτη βʹ μῆνας θʹ, κατὰ τὴν Περσικὴν θεόκταντος γέγονε τῇ κϛʹ τοῦ Ἰαννουαρίου μηνὸς ἰνδικτιῶνος ἕκτης ἐτῶν ὑπάρχων λαʹ. ἐγένετο δὲ σημεῖον ὄντος αὐτοῦ ἐν τῇ Περσίδι μηνὶ ∆αισίῳ. ὑδρία πεπληρωμένη ὕδατος ἐν οἰκίᾳ ἀγροικίδος τινὸς Χριστιανῆς μετεβλήθη εἰς οἶνον βράζοντα μοῦστον κατὰ τὴν δειλινὴν ὥραν. αὐτῇ δὲ τῇ ὥρᾳ τὸ ἀγγεῖον πεπληρωμένον προσήνεγκαν τῇ ἐκκλησίᾳ τοῦ χωρίου. ὁ δὲ κατὰ τὸν τόπον πρεσβύτερος πληρώσας μικρὸν ἀγγεῖον ἐξ αὐτοῦ ἐκόμισε τῷ ἐπισκόπῳ Αὐγάρῳ. ἐν Κάρραις εὑρέθη γυνὴ ἐκ τῶν τριχῶν κρεμαμένη, καὶ ἐν Ἀντιοχείᾳ κρανία ἀνθρώπων πολλά, δι' ὧν ὁ παραβάτης τὰ μαντεῖα τοῦ κατὰ Περσῶν πολέμου ποιούμενος σφραγῖδας καὶ κλεῖθρα τοῖς τόποις ἐπέθηκεν. Κόσμου ἔτη εωνϛʹ. Τῆς θείας σαρκώσεως ἔτη τνϛʹ. Ῥωμαίων βασιλεὺς Ἰουβιανὸς ἔτος αʹ. αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. ξβʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. εʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ληʹ. Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Ἰουβιανὸς χιλίαρχος, ἀνὴρ πρᾳότατος καὶ ὀρθόδοξος Χριστιανός, βασιλεὺς Ῥωμαίων ὑπὸ παντὸς τοῦ στρατοῦ καὶ τῶν στρατηγῶν καὶ τῶν ὑπάτων ἀνηγορεύθη ἐν τῷ αὐτῷ τόπῳ τῆς Περσῶν γῆς, ἐν ᾧ ὁ παραβάτης ἀνῃρέθη. καὶ μετὰ μίαν συμβολὴν πολέμου εἰρήνη ὡς ἀπὸ θεοῦ συμφώνως ἀνεβοήθη ὑπό τε Ῥωμαίων καὶ Περσῶν καὶ ὡρίσθη ἔτη λʹ. ὁ δὲ παρῃτεῖτο τὴν βασιλείαν φάσκων μὴ δύνασθαι αὐτὸν ἄρχειν στρατοῦ ἑλληνίσαντος ἐπὶ Ἰουλιανοῦ. πρὸς ὃν πάντες ὁμοφώνως ἐβόησαν Χριστιανοὶ ὑπάρχειν. Ἰουβιανὸς πόλιν μεγάλην Νισίβιν Πέρσαις παρεχώρησε σωτήρια τοῦ περιλειφθέντος λαοῦ καὶ εἰρήνευσεν. νόμους δὲ γενικοὺς κατέπεμψεν ὑπὲρ τῶν ἐκκλησιῶν εἰς πᾶσαν γῆν Ῥωμαίων, τὴν ἐπὶ τοῦ μακαρίου Κων54 σταντίνου τοῦ μεγάλου κατάστασιν καὶ τιμὴν τῇ καθολικῇ ἐκκλησίᾳ ἀποδιδούς· τοὺς δὲ ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσατο καὶ τῷ ἱερῷ Ἀθανασίῳ ἔγραψε τῆς ἀμωμήτου πίστεως ἐγγράφως σημᾶναι αὐτῷ ἀκρίβειαν· ὅπερ καὶ πέπραχε πάσης ὀρθοδοξίας Ἰουβιανῷ ἐπιστολὴν γράψας. ὅθεν Ἰουβιανὸς βεβαιότερος εἰς ὀρθοδοξίαν γενόμενος τοῖς δοξάζουσι τὸ ὁμοούσιον ἐδωρήσατο πολλὰ καὶ ἀτελεῖς ἐποίησεν. Ἀκάκιος δέ, ὁ κάκιστος Καισαρείας Ἀρειανός, συνελθὼν μεθ' ἑτέρων ἐπισκόπων εἰς Ἀντιόχειαν λίβελλον ὀρθοδοξίας δῆθεν συνέταξε τὸ ὁμοούσιον καὶ τὴν ἐν Νικαίᾳ σύνοδον ὁμολογῶν φόβῳ τοῦ εὐσεβοῦς βασιλέως, καὶ οὐ κατὰ θεόν. ὁ δὲ αὐτοκράτωρ Ἰουβιανὸς ἐπέβη τῇ Ἀντιοχέων μηνὶ Ὑπερβερεταίῳ. καὶ ἐγεννήθη παιδίον ἔξω τῆς πύλης τῆς πόλεως ἐπὶ τὸ λεγόμενον Τρίπυλον ἀγροίκῳ κηπωρῷ θῆλυ ἑπταμηναῖον ἔχον κεφαλὰς δύο διωρισμένας, ἑκάστῃ τὸ πλάσμα τετελειωμένον, ὡς ἀπὸ τοῦ τραχήλου ἑκάστης κεφαλῆς κεχωρισμένης. νεκρὸν δὲ τοῦτο ἐτέχθη μηνὶ ∆ίῳ, ὅ ἐστι Νοέμβριος. ἐξώρμησεν Ἰουβιανὸς ἀπὸ τῆς Ἀντιοχέων ἐπὶ Κωνσταντινούπολιν καὶ ἐλθὼν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ὕπατος προῆλθε σὺν τῷ αὐτοῦ υἱῷ Οὐαρωνιανῷ ἐπιφανέντα τὸν αὐτὸν ἀναγορεύσας ἄνευ τοῦ ἐνδῦσαι αὐτῷ πορφύραν. Τῷ δ' αὐτῷ ἔτει βασιλεύσας μῆνας θʹ ἡμέρας ιεʹ Ἰουβιανὸς ὁ χριστιανικώτατος ἐν ∆αδασθάνοις, χωρίῳ τῆς Βιθυνίας, γενόμενος ἐτελεύτησεν· καὶ ἀνηγορεύθη βασιλεὺς Οὐαλεντινιανὸς Αὔγουστος ἔτη ιαʹ ὑπὸ τοῦ στρατοπέδου διὰ τὸ εὐδοκιμῆσαι αὐτὸν ὡς Χριστιανὸν ἐν τῇ ὁμολογίᾳ καὶ εὐθέως ἐξώρμησεν ἐπὶ Κωνσταντινούπολιν καὶ φθάσας τὴν βασιλεύουσαν Οὐάλεντα, τὸν ἴδιον ἀδελφόν, κοινωνὸν τῆς αὐτοῦ βασιλείας ἀνηγόρευσεν, ἀπονείμας αὐτῷ τὰ ἀνατολικὰ μέρη, αὐτὸς δὲ τὰ δυτικὰ κατέσχεν. Κόσμου ἔτη εωνζʹ. Τῆς θείας σαρκώσεως ἔτη τνζʹ. Ῥωμαίων βασιλεὺς Οὐαλεντινιανὸς ἔτη ιʹ. αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. ξγʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. ιγʹ. Κωνσταντ. ἐπίσκοπος