πρὸς ὠφέλειαν διελέγετο· τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μαν θάνειν καὶ αὐτός. Καὶ γὰρ πολλάκις ἐπυνθάνετο, καὶ 26.940 ἠξίου παρὰ τῶν συνόντων ἀκούειν· καὶ ὡμολό γει ὠφελεῖσθαι, εἴ τι χρήσιμόν τις ἔλεγε. Καὶ μὴν καὶ τὸ πρόσωπον αὐτοῦ χάριν εἶχε πολλὴν καὶ παρά δοξον. Εἶχε δὲ καὶ τοῦτο τὸ χάρισμα παρὰ τοῦ Σωτῆ ρος· εἰ γὰρ μετὰ τοῦ πλήθους τῶν μοναχῶν παρῆν, καὶ τοῦτον ἰδεῖν τις ἐβούλετο μὴ πρότερον γινώσκων, προσελθὼν εὐθὺς, τοὺς μὲν ἄλλους ὑπερέβαινε, πρὸς αὐτὸν δὲ ἔτρεχεν, ὡς ὑπὸ τῶν ὄψεων αὐτοῦ ἑλκόμενος. Οὐχ ὕψει δὲ, οὐδὲ τῷ πλάτει διέφερε τῶν ἄλλων, ἀλλὰ τῇ τῶν ἠθῶν καταστάσει, καὶ τῇ τῆς ψυχῆς καθαρό τητι. Ἀθορύβου γὰρ οὔσης τῆς ψυχῆς, ἀταράχους εἶχε καὶ τὰς ἔξωθεν αἰσθήσεις· ὡς ἀπὸ τῆς χαρᾶς τῆς ψυχῆς ἱλαρὸν ἔχειν καὶ τὸ πρόσωπον, καὶ ἀπὸ τῶν τοῦ σώματος κινημάτων αἰσθέσθαι καὶ νοεῖν τὴν τῆς ψυ χῆς κατάστασιν, κατὰ τὸ γεγραμμένον· Καρδίας εὐφραινομένης, θάλλει πρόσωπον· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Οὕτως Ἰακὼβ ἐπέγνω τὸν Λάβαν ἐπιβουλὴν ἐνθυμούμενον, καί φησι πρὸς τὰς γυναῖκας· Οὐκ ἔστι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὡς χθὲς καὶ τρίτην ἡμέραν· οὕτως ὁ Σα μουὴλ ἐπέγνω τὸν ∆αβίδ· χαροποιοὺς γὰρ εἶχε τοὺς ὀφθαλμοὺς, καὶ τοὺς ὀδόντας ὡς γάλα λευκούς. Οὕτως καὶ ὁ Ἀντώνιος ἐπιγινώσκετο· οὐδέποτε γὰρ ἐταράττετο, γαληνιώσης αὐτοῦ τῆς ψυχῆς· οὐδέποτε σκυθρωπὸς ἐγίνετο, χαιρούσης αὐτοῦ τῆς διανοίας. Καὶ τῇ πίστει δὲ πάνυ θαυμαστὸς ἦν καὶ εὐ σεβής. Οὔτε γὰρ Μελετιανοῖς τοῖς σχισματικοῖς ποτε κεκοινώνηκεν, εἰδὼς αὐτῶν τὴν ἐξ ἀρχῆς πονηρίαν καὶ ἀποστασίαν· οὔτε Μανιχαίοις, ἢ ἄλλοις τισὶν αἱ ρετικοῖς ὡμίλησε φιλικὰ, ἢ μόνον ἄχρι νουθεσίας τῆς εἰς εὐσέβειαν μεταβολῆς· ἡγούμενος καὶ παρ αγγέλλων τὴν τούτων φιλίαν καὶ ὁμιλίαν βλάβην καὶ ἀπώλειαν εἶναι ψυχῆς. Οὕτω γοῦν καὶ τὴν τῶν Ἀρειανῶν αἵρεσιν ἐβδελύσσετο, παρήγγελλέ τε πᾶσι μήτε ἐγγίζειν αὐτοῖς, μήτε τὴν κακοπιστίαν αὐτῶν ἔχειν. Ἀπελθόντας γοῦν ποτέ τινας πρὸς αὐτὸν τῶν Ἀρειομανιτῶν, ἀνακρίνας καὶ μαθὼν ἀσεβοῦντας, 26.941 ἐδίωξεν ἀπὸ τοῦ ὅρους, λέγων ὄφεων ἰοῦ χείρονας εἶ ναι τοὺς λόγους αὐτῶν. Καὶ ψευσαμένων δέ ποτε τῶν Ἀρειανῶν, ὡς ἐκείνοις τὰ αὐτὰ φρονοῦντος, ἠγανάκτει καὶ ἐθυμοῦτο κατ' ἐκείνων. Εἶτα παρακληθεὶς παρά τε τῶν ἐπι σκόπων καὶ τῶν ἀδελφῶν πάντων, κατῆλθεν ἀπὸ τοῦ ὄρους· καὶ εἰσελθὼν εἰς τὴν Ἀλεξάνδρειαν, τοὺς Ἀρειανοὺς ἀπεκήρυξεν· αἵρεσιν ἐσχάτην λέγων εἶναι ταύτην, καὶ πρόδρομον τοῦ Ἀντιχρίστου. Ἐδίδασκέ τε τὸν λαὸν μὴ εἶναι κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ, μηδὲ ἐξ οὐκ ὄντων γεγενῆσθαι· ἀλλ' ὅτι ἀΐδιός ἐστι τῆς τοῦ Πατρὸς οὐσίας Λόγος καὶ Σοφία. ∆ι' ὃ καὶ ἀσεβές ἐστι λέγειν· Ἦν ὅτε οὐκ ἦν· ἦν γὰρ ἀεὶ ὁ Λόγος συνυπάρχων τῷ Πατρί· ὅθεν μηδὲ μίαν ἔχετε κοινωνίαν πρὸς τοὺς ἀσεβεστάτους Ἀρειανούς· Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Ὑμεῖς μὲν γὰρ εὐσεβοῦντες Χριστιανοί ἐστε· ἐκεῖνοι δὲ, κτίσμα λέγοντες τὸν ἐκ τοῦ Πατρὸς Υἱὸν τοῦ Θεοῦ καὶ Λόγον, οὐδὲν διαφέρουσιν ἐθνικῶν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεόν. Πιστεύσατε δὲ, ὅτι καὶ αὐτὴ ἡ κτίσις πᾶσα ἀγανακτεῖ κατ' αὐτῶν· ὅτι τὸν κτίστην καὶ Κύριον τοῦ παντὸς, ἐν ᾧ τὰ πάντα γέγονε, τοῦτον τοῖς γενητοῖς συναριθμοῦσιν. Οἱ μὲν οὖν λαοὶ πάντες ἔχαιρον ἀκούοντες παρὰ τοῦ τοιούτου ἀνδρὸς ἀναθεματιζομένην τὴν χριστομάχον αἵρεσιν· οἱ δὲ τῆς πόλεως πάντες συν έτρεχον ἰδεῖν τὸν Ἀντώνιον. Ἕλληνές τε καὶ αὐτοὶ οἱ λεγόμενοι αὐτῶν ἱερεῖς, εἰς τὸ Κυριακὸν ἤρχοντο λέγοντες· Ἀξιοῦμεν ἰδεῖν τὸν τοῦ Θεοῦ ἄνθρωπον· πάντες γὰρ αὐτὸν οὕτως ἐκάλουν. Καὶ γὰρ κἀκεῖ πολλοὺς δι' αὐτοῦ ἐκαθάρισεν ὁ Κύριος ἀπὸ δαιμό νων, καὶ βλαβέντας τὴν διάνοιαν ἰάσατο. Πολλοὶ δὲ καὶ Ἕλληνες ἠξίουν κἂν μόνον ἅπτεσθαι τοῦ γέρον τος,
26