Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ μεγάλῳ διὰ τῆς χάριτος ἀπομα χησάμενος, τοῦ δὲ σμικροῦ καταφρονήσας, μεγάλως βλαβήσεται. Ὁ γὰρ Κύριος ἡμῶν, ὥσπερ γνήσιος Πατὴρ, ἀρτίως τῶν παιδίων αὐτοῦ ὁρμώντων πρὸς βάδισιν, ὀρέγει τὴν χεῖρα· καὶ κατὰ πᾶν ὁτιοῦν τῶν μεγάλων ἡμᾶς κινδύνων ῥυόμενος, εἰς τὰ μικρὰ συγ χωρεῖ ἡμῖν ἀφ' ἑαυτῶν κινεῖσθαι, καθάπερ ποσί· τούτοις τὴν γνώμην δεικνὺς ἐλευθέραν. Ὁ γὰρ πρὸς τὰ μικρὰ εὐάλωτος, πῶς ἂν τὰ μείζω φυλάξαι δυνη θείη; Πάλιν ὁρῶν αὐτὴν διισχυριζομένην καθ' ἑαυ τοῦ ὁ μισόκαλος, ἤχθετο. Καὶ ὁρῶν ἑαυτοῦ τὴν τυ ραννίδα καθαιρουμένην, ἕτερόν τινα μηχανᾶται κα κίας τρόπον· καὶ πλήττει τὰ φωνητικὰ ὄργανα, πρὸς τὸ τὸν προφορικὸν ἐκκόψαι λόγον, δοκῶν διὰ τούτου λιμαγχονῆσαι τῶν θείων λόγων τὰς συνερχομένας. Ἀλλ' εἰ καὶ τὴν ἀκοὴν τῆς ὠφελείας ἐστέρησεν, ἐν τῷ μείζονι τὸ κέρδος δεδώρηται· τῇ γὰρ ὄψει τοῖς πάθεσιν ἐνατενίζουσαι, μᾶλλον ἐκραταιοῦντο τὴν γνώμην. Τὰ γὰρ ἐκείνης τοῦ σώματος τραύματα τὰς πεπληγμένας ψυχὰς ἰᾶτο· καὶ ἦν ἰδεῖν προφυλα 28.1556 κὴν καὶ θεραπείαν τῶν θεωμένων τὴν τῆς μακαρίας μεγαλοψυχίαν τε καὶ καρτερίαν. Πρόφασιν μὲν οὖν αὐτῇ τῆς πληγῆς ποιεῖται ταύτην ὁ ἐχθρός· μίαν γὰρ μύλην ὀδυνήσας, σήπει παραυτὰ τὸ οὖλον· καὶ ἐκπίπτει μὲν τὸ ὀστέον· ἡ δὲ νομὴ διατρέχει εἰς ἅπασαν τὴν γένυν, καὶ γίνεται φθορὰ τῶν ἐπικειμένων σωμάτων· καὶ ἐν τεσσαρά κοντα ἡμέραις τερηδονίζεται τὸ ὀστέον· καὶ μετὰ διμηναῖον χρόνον, γίνεται ἔκτρησις. Μελανθέντες οὖν ἦσαν ἅπαντες οἱ πέριξ τόποι. Τὸ δὲ ὀστέον καὶ αὐτὸ φθαρὲν, κατ' ὀλίγον ἐδαπανᾶτο· σῆψις δὲ καὶ βαρυτά τη δυσωδία καθ' ὅλον τὸ σῶμα ἐκράτει· ὡς τὰς ὑπουρ γούσας πλέον αὐτῆς πάσχειν. Καὶ τὸν μὲν πλείονα χρόνον ἐχωρίζοντο, μὴ φέρουσαι τὴν ἀπάνθρωπον ὀσμήν· ὅτε δὲ χρεία ἐκάλει, θυμιαμάτων ὑπεκκαίου σαι πλῆθος προσῄεσαν, καὶ αὖθις ὑπεχώρουν διὰ τὸ τῆς δυσωδίας ἀπάνθρωπον. Ἡ δὲ μακαρία προφανῶς ἐθεώρει τὸν ἀντίπαλον, καὶ οὐδ' ὅλως συνεχώρει αὐτῇ ἀνθρώπινον προσαχθῆναι βοήθημα· δεικνύουσα καὶ ἐν τούτῳ τὴν οἰκείαν ἀνδρείαν. Αἱ δὲ συνελθοῦσαι παρεκάλουν κἂν μύροις τοὺς τόπους ὑπαλείφειν διὰ τὴν ἑαυτῶν ἀσθένειαν, καὶ οὐκ ἐπείθετο. Ἡγεῖτο γὰρ διὰ τῆς συμμαχίας τῶν ἐκτὸς καθαιρεῖσθαι τοῦ ἐν δόξου ἀγῶνος. Καὶ δή τινα ἰατρὸν αἱ συνελθοῦσαι με ταστέλλονται, ὡς, εἴ γε δυνηθείη, κἂν αὐτὸς πεῖσαι θεραπείας τυχεῖν. Ἡ δὲ πάλιν οὐκ ἠνείχετο, λέγου σα· Τί με τῆς ἀγαθῆς πάλης ταύτης ἐγκόπτετε; Τί ζητεῖτε τὸ φαινόμενον, ἀγνοοῦσαι τὸ κρυπτόμενον; Τί πολυπραγμονεῖτε τὸ γινόμενον, τὸν ποιοῦντα μὴ θεωροῦσαι; Καὶ πρὸς αὐτήν φησιν ὁ παρὼν ἰατρός· Οὐχ ἕνεκεν θεραπείας τινὸς ἢ παραμυθίας προσφέρομεν φάρμακον, ἀλλ' ἵνα τὸ ἠλλοτριωμένον καὶ νεκρὸν μόριον κατὰ τὴν συνήθειαν θάψωμεν, πρὸς τὸ μὴ τοὺς παρόντας συνδιαφθαρῆναι. Ὅπερ γὰρ τοῖς τεθνεῶσι προσάγουσι, τοῦτο καὶ ἡμεῖς νῦν ποιοῦμεν· ἀλόην ἅμα σμύρνῃ καὶ μυρσίνῃ οἴνῳ δεύσας προστίθημι. Ἡ δὲ, ἀποδεξαμένη τὴν συμβουλίαν ἠνείχετο, τὰς συνελθούσας μᾶλλον ἐλεήσασα· ἐκαθαίρετο γὰρ ἐκ τούτου ἡ ἀμετρία τῆς δυσωδίας. Τίς οὐκ ἔφριξε τὴν τηλικαύτην πληγὴν θεασάμενος; Τίς οὐκ ὠφελήθη τὴν καρτερίαν τῆς μακαρίας θεασάμενος, καὶ ἐν ταύτῃ τὴν κατάπτωσιν τοῦ ἐχθροῦ ἐννοήσας; Ἐκεῖ μὲν γὰρ ἔστησε τὴν πληγὴν, ὅθεν ἡ σωτήριος καὶ γλυκυτάτη τῶν λόγων προΐει πηγὴ, καὶ τὸ ὑπερβάλλον αὐτοῦ τῆς δεινότητος πᾶσαν παράκλησιν ἀπεσκέδασεν. Ὥσπερ γὰρ θηρίον αἱμοβόρον, πᾶσαν τῶν συνερχομένων τὴν σπουδὴν ἀπεσόβησε, πρὸς τὸ σπαράξαι τὸ προσπεσὸν θήραμα· καὶ θοίνην ζητῶν, βορὰ γέγονε. Ἐδελεάσθη γὰρ ὥσπερ δι' ἀγκίστρου τῇ τοῦ

26