1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

26

ἕνεκεν τῆς ἀπειρίας αὑτῶν καὶ τῆς εἰς τὰ πρόβατα διαφθορᾶς, τοῦτ' ἔστιν ἐπίσκοπον πρὸς ἐπίσκοπον κρινῶ καὶ λαϊκὸν πρὸς λαϊκὸν καὶ ἄρχοντα πρὸς ἄρχοντα. Λογικὰ γὰρ τὰ πρόβατα καὶ οἱ κριοὶ οὗτοι, ἀλλ' οὐκ ἄλογα, ἵνα μήποτε εἴπῃ ὁ λαϊκός· ἐγὼ πρόβατόν εἰμι καὶ οὐ ποιμήν. Ὥσπερ δὲ τῷ καλῷ ποιμένι τὸ μὴ ἀκολουθοῦν πρόβατον λύκοις ἔκκειται εἰς διαφθοράν, οὕτως τῷ πονηρῷ ποιμένι τὸ ἀκολουθοῦν πρόδηλον ἔχει τὸν θάνατον, ὅτι κατατρώξεται αὐτό. ∆ιὸ φευκτέον ἀπὸ τῶν φθοροποιῶν ποιμένων. Τὸν μέντοι ποιμένα τὸν ἀγαθὸν ὁ λαϊκὸς τιμάτω, ἀγαπάτω, φοβείσθω ὡς πατέρα, ὡς κύριον, ὡς δεσπότην, ὡς ἀρχιερέα Θεοῦ, ὡς διδάσκαλον εὐσεβείας· ὁ γὰρ αὐτοῦ ἀκούων Χριστοῦ ἀκούει, καὶ ὁ αὐτὸν ἀθετῶν Χριστὸν ἀθετεῖ, καὶ ὁ τὸν Χριστὸν μὴ δεχόμενος οὐ δέχεται τὸν αὐτοῦ Θεὸν καὶ Πατέρα. «Ὁ ὑμῶν γάρ, φησίν, ἀκούων ἐμοῦ ἀκούει, καὶ ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.» Ὁμοίως ὁ ἐπίσκοπος τοὺς λαϊκοὺς ὡς τέκνα ἀγαπάτω, θέλγων καὶ θερμαίνων τῇ σπουδῇ τῆς ἀγάπης ὡς ὠὰ εἰς περιποίησιν νοσσίων ἢ ὡς νοσσία ἀγκαλιζόμενος εἰς περιποίησιν ὀρνίθων, πάντας νουθετῶν, πᾶσι τοῖς πληκτισμοῦ δεομένοις ἐπιπλήσσων, ἀλλὰ μὴ πλήσσων, ὑποπιέζων εἰς ἐντροπήν, ἀλλὰ μὴ εἰς ἀνατροπήν, νουθετῶν εἰς ἐπιστροφήν, ἐπιτιμῶν εἰς διόρθωσιν καὶ εὐθύτητα πορείας. Τὸ ἰσχυρὸν φυλάσσων, τοῦτ' ἔστι τὸ ἑδραῖον τῇ πίστει ἀσφαλὲς τηρῶν, τὸν λαὸν εἰρηνικῶς ποιμαίνων· τὸ ἐνοχλούμενον ἐνισχύων, τοῦτ' ἔστι τὸ πειραζόμενον τῇ νουθεσίᾳ στερροποιῶν· τὸ ἀρρωστοῦν ἰώμενος, τοῦτ' ἔστι τὸ νοσοῦν ἐκ τῆς πίστεως ἐν διχονοίᾳ διὰ τῆς διδασκα λίας θεραπεύων. Τὸ συντετριμμένον καταδεσμῶν, τοῦτ' ἔστι τὸ πεπλανημένον ἢ τὸ τεθραυσμένον ἢ τὸ κατεαγμένον ἐν ἁμαρτίαις εἰς χωλείαν ὁδοῦ ἐπιδεσμῶν διὰ παρακλητικῆς νουθεσίας, ἐλαφρύνων ἀπὸ παραπτωμάτων καὶ εὔελπιν ποιῶν, οὕτως ·ωμαλέον ἐν τῇ Ἐκκλησίᾳ ἀποκαθίστα, ἐπα νάγων ἐν τῇ ποίμνῃ· τὸ ἐξωσμένον ἐπίστρεφε, τοῦτ' ἔστι τὸ ἐν ἁμαρτίαις γενόμενον καὶ εἰς ἐπιτίμησιν ἐκβεβλημένον μὴ ἐῶν ἔξω διαμένειν, ἀλλὰ προσλαμβανόμενος καὶ ἐπι στρέφων ἀποκαθίστα ἐν τῇ ποίμνῃ, τοῦτ' ἔστιν ἐν τῷ λαῷ τῆς ἀμώμου Ἐκκλησίας, Τὸ ἀπολωλὸς ἐκζήτει, τοῦτ' ἔστι τὸ ὑπὸ πλήθους παραπτωμάτων ἑαυτοῦ ἀπελπίσαν τῆς σωτηρίας μὴ ἐάσῃς τελέως ἀπολέσθαι, τὸ ὑπὸ πολλῆς ψύξεως καὶ νωχελίας κάθυπνον γενόμενον καὶ διὰ βαρέος ὕπνου τῆς ἑαυτοῦ ζωῆς ἐπιλαθόμενον καὶ μακρὰν ἀποστα