ἀρετὴ μήτηρ ἐστὶ τῶν ἐξ αὐτῆς κατορθωμάτων. Νοσσιὰ δὲ αὐτῆς, ἡ ψυχὴ ἐν ᾗ κατοικεῖ. Χρὴ δὲ τοῖς μὲν κατορθώμασι τῆς ἀρετῆς ὠφελεῖσθαι τοὺς ἐντυγχάνοντας καὶ ἀπολαύειν αὐτῶν, μὴ ἐπιβουλεύειν δὲ τῇ ἀρετῇ τοῦ κατορθοῦντος, μηδὲ ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀποσβέσαι αὐτὴν, διά τινος τρόπου. Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενον ἐν τῇ ὀδῷ, παρ ίδῃς αὐτὰ, ἀλλ' ἀπόστρεψον αὐτὰ τῷ ἀδελ φῷ σου. Κελεύει μὴ παριδεῖν τοὺς ὑπερουσίους [ἴσ. ὑπεξουσίους] τοῦ κατὰ πίστιν ἀδελφοῦ, πλανωμένους ἐν τῇ ὁδῷ τῆς πολιτείας τῶν δογμάτων· ἀλλ' ἀποστρέφειν αὐτοὺς τῆς πλάνης, καὶ ἐπανασώζειν τῷ ἀδελφῷ, καὶ τὸ ὑστέρημα ἐκείνου ἀναπληροῦν διὰ τὴν ἀδελφίαν. Ἐὰν δὲ, φησὶ, συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ, πλανωμένοις ἐν τῇ ὁδῷ, ἀποστρέψας ἀποδώσεις αὐτῷ. Ὁ αὐτὸς μὲν γὰρ κἀνταῦθα περὶ τῶν ὑπεξουσίων λόγος. Ἀγαπᾶτε δὲ, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, εὖ ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ἐὰν δὲ ἴδῃς, φησὶ, τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνεγερεῖς αὐτὸ μετ' αὐτοῦ. Πίπτει γὰρ ὁ καταβαρούμενος τῷ ἄχθει τῶν πειρασμῶν, καὶ τῶν θλίψεων· ὃν δεῖ συνεγείρειν, καὶ διὰ παρακλήσεως καὶ ψυχαγωγίας. Εἰ δὲ [φ. δ. δεῖ] τὸν βοῦν τοῦ ἐχθροῦ σου καὶ τὸ ὑποζύγιον αὐτοῦ ἐπιμελείας ἀξιοῦν· πολλῷ μᾶλλον αὐτὸν δή που τὸν ἐχθρὸν, τὸν τῆς αὐτῆς κεκοινωνηκότα φύσεως. Οὐκ ἐρεῖς κακῶς κωφὸν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον. Παραινεῖ μὴ καταλαλεῖν τοῦ ἀπόντος, καὶ διὰ τοῦτο μὴ ἀκούοντος, μηδ' ἐπιβουλεύειν τῷ ἀγνοοῦντι. ∆ιὰ μὲν γὰρ τῆς κωφότητος τὸ μὴ ἀκούειν, διὰ δὲ τῆς τυφλότητος, τὸ μὴ γινώσκειν ὑποδηλοῦται. Ἐκέλευσεν ὁ νόμος τοῖς μαστιγοῦσι τοὺς ἁμαρτήσαντας, μὴ ὑπερβαίνειν τὸν τεσσαρακοστὸν ἀριθμὸν τῶν πληγῶν· αἰνιττόμενος ὅτι αἱ μάστιγες τῶν ἁμαρτησάντων ἄχρις τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, τὸ ἐνεργὸν εἶχον, περαιτέρω δὲ οὐ προέβησαν· δωρησαμένου πᾶσι τοῖς θέλουσι πιστεύειν εἰς αὐτὸν διὰ τοῦ ἁγίου 77.1245 βαπτίσματος ἐλευθερίαν τῶν ἐπὶ τοῖς πεπλημμελημένοις κολάσεων. Ἐπεὶ γὰρ ἐνηνθρώπησε μὲν τὸν πέμπτον καιρὸν, ὡς ἐν τῇ περὶ τοῦ Πάσχα λεπτομερεῖ θεωρίᾳ, ἐν τῇ βίβλῳ τοῦ Λευϊτικοῦ προδιείληπται· ἀνέστη κατὰ τὴν ηʹ ἡμέραν. Μετὰ γὰρ τὴν ζʹ, ἤτοι τὸ σάββατον, ηʹ πάντως ἡ μετ' ἐκείνην Κυριακή· πεντάκις ὀκτὼ μετρήσεις, καὶ εὑρήσεις τὸν τεσσαράκοντα, ὃν οὐχ ὑπερβαίνουσιν αἱ μάστιγες τῶν ἁμαρτημάτων. Εἰ δ' ὑπερβήσονται, φησὶν, ἀσχημονήσει ὁ μαστιζόμενος. Ἀσχήμων γὰρ ὄντως καὶ ἄτιμος ὁ μαστιζόμενος ἔτι· λέγω δὴ μετὰ τὴν χάριν τῆς εἰρημένης ἀφέσεως. Ἢ γὰρ ὡς μὴ πιστεύσας μαστίζεται, ἢ ὡς μετὰ τὴν ἄφεσιν ἁμαρτήσας. Οὐ καταστήσεις ἐπὶ σεαυτῷ ἄρχοντα ἄνθρωπον ἀλλότριον. ∆ιὰ τοῦ ἀλλοτρίου ἀνθρώπου, τὸν διάβολον ὑποδηλοῖ· ὂν παρανόμως καθιστῶσιν ἑαυτοῖς ἄρχοντα, οἱ πειθαρχοῦντες ἀνοήτως ταῖς πονηραῖς αὐτοῦ εἰσηγήσεσιν· Ἀλλ' ἐκ τῶν ἀδελφῶν σου, φησὶν, ἐκλέξῃ σεαυτῷ ἄρχοντα. Οὗτος δέ ἐστιν ὁ Χριστὸς, ἀδελφὸς ἡμῶν, κατὰ τὴν ἐνανθρώπησιν γενόμενος, καὶ ἄρχων τῶν πειθομένων ταῖς ἐντολαῖς αὐτοῦ. Νόμιμον ἦν τοὺς ἀκουσίως φονεύσαντας εἰς τοὺς τόπους τῶν ὁρισθέντων φυγαδευτηρίων ἀπ άγεσθαι καὶ φυλάττεσθαι, τοῦ ἀρχιερέως δὲ τελευτήσαντος ἀπολύεσθαι. Εἶεν δ' ἂν τοιοῦτοι φονεῖς αἱ ψυχαὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ τετελευτηκότων, φονεύσασαι μὲν ἑαυτὰς διὰ τὰς ἁμαρτίας· ἀκουσίως δὲ, ὡς παρ' αὐτῆς ἐκβιασθείσας εἰς τοῦτο. Αἳ τῆς ἰδίας γῆς διωχθεῖσαι, καὶ εἰς τὸν ᾅδην ἀπαχθεῖσαι, καθάπερ εἰς φυγαδευτήριον, ἀσφαλῶς κατείχοντο. Τοῦ δὲ μεγάλου ἀρχιερέως Ἰησοῦ Χριστοῦ ἀποθανόντος, ἀφείθησαν ἐκ τῆς κατὰ τὸν ᾅδην εἱρκτῆς. Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεὸς δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσιμον, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ, ὁ δὲ