Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
νύμφην, ὡς θυμῷ καὶ κρίσει μᾶλλον, οὐχὶ δὲ γάμῳ καὶ χαρᾷ πρεπόντων ἐμνημόνευσεν. Ἢ ὀφθαλμὸς τὸ ἀλάθη τον τοῦ Θεοῦ σημαίνει. Πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. (A f. 769. b.) Ποτήριον δὲ ἐνταῦθα τὴν τιμωρίαν ὀνομάζει, ὡς τὸ ποτήριον ἐν χειρὶ Κυρίου ἐξ οὗ πίον ται ἁμαρτωλοί. Τὸ μὲν οὖν τῶν δικαίων ποτήριον ἀποφέρει πρὸς σωτηρίαν αὐτούς· ποιεῖται γὰρ εὐφρο σύνην καὶ ζωὴν, κατὰ τὸ, "Ποτήριον σωτηρίου λή ψομαι." Τὸ δέ γε τῶν ἁμαρτωλῶν κατακομίζει πρὸς θάνατον, καὶ ἀκατεύναστον ἔχει φλόγα· πῦρ γάρ ἐστι, θεῖον καὶ πνεῦμα καταιγίδος, ἵν' ἐννοῶμεν ὅτι κα θάπερ ἄνεμος ἐμπεσὼν εἰς φλόγα διανίστησιν αὐτὴν καὶ ἀποφέρει πως ἐνεργεστέραν, οὕτω καὶ ὁ τοῦ κρί νοντος θυμὸς, οἷον πνεῦμα καταιγίδος ἐμπίπτων τοῖς κολαζομένοις, ἄσβεστον ἀεὶ ἀποφαίνει τὴν τιμωρίαν. Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν. (C f. 22.) Τουτέστιν ἰσότητα, ἤτις τότε σώζεται καὶ φανεροῦται μάλιστα ὅταν ὑψωθῶσι τοῖς ἀγαθοῖς οἱ διὰ τὸν Θεὸν ἑαυτοὺς ταπεινώσαντες· ταπεινωθῶσι δὲ ταῖς τιμωρίαις πάλιν, οὓς ὁ διάβολος ὕψωσε· ταύ την γὰρ ὁ Θεὸς ὁρᾷ καὶ οἰκεῖ τὴν εὐθύτητα. (A f. 76 b.) Κολασθήσονται τοίνυν οἱ τῆς ἀδικίας ἐρασταί· ἐφορᾷ δὲ τὸν εὐθῆ, τουτέστι τὸν ὅσιόν τε καὶ ἀδιάστροφον, καὶ ὥσπερ τινὰ κανόνα τῆς ἑαυτοῦ πο λιτείας καὶ ζωῆς τὸν θεῖον νόμον ποιούμενον.
ΨΑΛΜΟΣ ΙΑʹ.
Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ ∆αβίδ. (A f. 77.) Ἄδεται μὲν καὶ ὁ
προκείμενος ψαλμὸς, τῆς εἰς Θεὸν εὐνοίας καὶ γνησιότητος ἔχων ἐπίδειξιν. ∆ιαβάλλει δὲ ὁ ∆αβὶδ τοὺς διπλόῃ κεχρημένους, καὶ 69.76 φιλίαν μὲν ὑπισχνουμένους, προϊεμένους δὲ αὐτὸν τῷ πολεμίῳ Σαοὺλ, καὶ μηνύοντας ἔνθα διῆγε. Πρέποι δ' ἂν τὰ τοῦ ψαλμοῦ ῥήματα καὶ ἁγίῳ παντὶ, λαμ πρὰν καὶ ἐξῃρημένην ἔχοντι τὴν ζωὴν, καὶ οὐχὶ δὴ μόνης τῆς ἰδίας κηδομένῳ ψυχῆς, ἀλλὰ γὰρ καὶ ταῖς τῶν πεπλανημένων ἀμαθίαις ἐπιστυγνάζοντι, γλιχο μένῳ τε καὶ αὐτοὺς ἰδεῖν ὑποπίπτοντας τῷ Θεῷ. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις ἔντευξιν μὲν ἔχει κατὰ παν τὸς ἀδίκου καὶ πονηροῦ διψύχου τε καὶ ἑτερογνώμο νος, ψευδοεποῦς τε καὶ βωμολόχου, δόλοις καὶ ἀπά ταις ἐντεθραμμένου. Ἔοικε δέ πως καὶ τῆς Ἑλλή-νων σοφίας καταβοᾷν· ποιεῖται δὲ καὶ μνήμην τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· περιέχει δὲ καὶ ἐπαγγελίαν, ὡς παρ' αὐτοῦ γενομένην, ὡς ὅσον οὐ δέπω παρεσομένου πρὸς ἐπικουρίαν τῶν ὑπὸ τοῦ δια βόλου πλεονεκτουμένων. Ἄδεται δὲ περὶ τῆς ὀγδόης, καθ' ἣν ἡ ἀνάστασις, καὶ ἡ τῶν ἐθνῶν γέγονε κλῆ σις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος δόσις, καὶ τῆς νοητῆς ἤγουν τῆς ἐν πνεύματι περιτομῆς ἡ δύναμις· εὔχεται δὲ ὁ προφήτης ῥυσθῆναι τῆς γενεᾶς τῆς πο νηρᾶς· αὕτη δ' ἂν εἴη γενεὰ, ἡ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ἧς αὐτὸς ἔλεγεν· "Ἄνδρες Νινευῖται κρινοῦσι τὴν γενεὰν ταύτην." Ἄρχεται τοίνυν τῆς ᾠδῆς οὕτως. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. (A f. 77 b.) Τοσαύτην οὖν φησιν ὁ ∆αβὶδ τῶν ἀγαθ ουργεῖν εἰωθότων εἶναι τὴν σπάνιν, ὡς τάχα που συναρπάζεσθαι εἰς φαυλότητα καὶ αὐτοὺς τοὺς τῷ θείῳ νόμῳ παιδαγωγουμένους· δεῖσθαι δέ φησιν ἑαυ τὸν, ἤγουν ἅπαντας τοὺς περὶ ὧν ὁ λόγος, τῆς φρου ροῦ χειρὸς, τουτέστι Χριστοῦ καὶ οὐχὶ μόνους Ἰου δαίους, ἀλλὰ καὶ τοὺς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν· αὐτὸς γάρ ἐστι προσδόκησις ἐθνῶν, κατὰ τὸ γεγραμ μένον. Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. (A f. 78.) Ψευδῆ δὲ καὶ τὰ Ἑλλήνων ἅπαντα, σοφία καὶ λόγοι καὶ ζωή· καὶ τῶν ἀληθῶν, ἤγουν ἀναγκαίων καὶ ἐπωφελῶν, εὕροι τις ἂν παρ' αὐτοῖς οὐδὲν, οἵ γε τεθεοποιήκασι τὴν κτίσιν, τὸν φύσει ἀφέντες Θεόν. Ὠλιγώθησαν τοίνυν αἱ ἀλήθειαι παρ' αὐτοῖς. Μάταια ἐλάλησεν ἔκαστος πρὸς τὸν πλησίον αὐτοῦ. (A f. 78.) Τοῦτο καὶ ἐπὶ Ἰουδαίων