μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱερῶς τελουμένων ἐποπτεύειν αὐτῇ θεμιτὸν ὡς οὐδὲ τῆς τῶν ἱερῶν ὀπτικῆς δυνάμεως μετασχούσῃ διὰ τῆς ἀρχιφώτου καὶ φωτοδότιδος θεογενεσίας· αἱ δὲ λοιπαὶ τῶν καθαιρομένων τάξεις ἐν μυήσει μὲν ἤδη γεγόνασιν ἱερᾶς παραδόσεως, ἀνοήτως δὲ πρὸς τὰ χείρω παλινδρομήσασαι δέον ἐπὶ τὰ πρόσω τὴν οἰκείαν ἀναγωγὴν ἀποτελειῶσαι τῶν θεαρχικῶν μὲν ὡς ἐν συμβόλοις ἱεροῖς ἐποψιῶν καὶ κοινωνιῶν εὐλόγως ἀποδιαστέλλονται (βλαβήσονται γὰρ ἀνιέρως αὐτῶν μετέχουσαι καὶ πρὸς πλείονα τῶν θείων καὶ ἑαυτῶν ἐλεύσονται περιφρόνησιν), οὐκ ἀπεικότως δὲ πάρεισιν ἐπὶ τοῖς νῦν τελουμένοις ἐναργῶς ἐκδιδασκόμεναι καὶ ὁρῶσαι τὴν τοῦ καθ' ἡμᾶς ἀδειλίαν θανάτου καὶ τὰ τῶν ἁγίων γέρα πρὸς τῶν ἀληθῶν λογίων ὑμνούμενα καὶ τὰς ἠπειλημένας ἔσεσθαι τοῖς κατ' αὐτὰς ἀνιέροις ἀτελευτήτους ἀνίας. Ἔσται γὰρ αὐταῖς ἴσως ὄφελος ὁρώσαις τὸν ἱερῶς τετελειωμένον ὑπὸ τῆς λειτουργικῆς ἀναρρήσεως ὡς κοινωνὸν ὄντως ὄντα τῶν ἀπ' αἰῶνος ἁγίων ἱερῶς ἀνακηρυττόμενον. Καὶ τάχα καὶ αὐταὶ πρὸς τὴν ὁμοίαν ἔφεσιν ἥξουσι καὶ πρὸς τῆς λειτουργικῆς ἐπιστήμης ἐκδιδαχθήσονται μακαρίαν ἀληθῶς εἶναι ἐν Χριστῷ τελείωσιν. <4> «Eἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης εὐχὴν ἱερὰν ἐπὶ τῷ κεκοιμημένῳ ποιεῖται, καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἱεράρχης αὐτὸν ἀσπάζεται καὶ ἑξῆς οἱ παρόντες ἅπαντες»· ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος δεῖται πάντα μὲν ἀφεῖναι τὰ δι' ἀνθρωπίνην ἀσθένειαν ἡμαρτημένα τῷ κεκοιμημένῳ, κατατάξαι δὲ αὐτὸν ἐν φωτὶ καὶ χώρᾳ ζώντων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τόπῳ, οὗ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. <5> Ταῦτα μὲν οὖν ὡς οἶμαι δῆλα τὰ τῶν ἁγίων μακαριώτατα γέρα. Τὶ γὰρ ἂν γένοιτο τῆς παντελῶς ἀλύπου καὶ φωτιστικῆς ἀθανασίας ἰσόρροπον; Eἰ καὶ τὰ μάλιστα ταῖς ἡμῶν ἀναλόγοις σημασίαις αἱ παντὸς ὑψηλότεραι νοὸς ἐπαγγελίαι σημαινόμεναι τῆς πραγματικῆς αὐτῶν ἀληθείας ἀποδεούσας ἔχουσι τὰς ὀνομασίας. Ἀληθὲς γὰρ εἶναι τὸ λόγιον οἰητέον ὅτι «Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Κόλποι δέ εἰσιν ὡς οἶμαι τῶν μακαρίων πατριαρχῶν καὶ τῶν λοιπῶν ἁγίων ἁπάντων αἱ θειόταται καὶ μακαρισταὶ λήξεις αἱ τοὺς θεοειδεῖς ὑποδεχόμεναι πάντας εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωσιν. <6> Φαίης δ' ἂν ἴσως ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι παρ' ἡμῶν, ἀπορεῖν δὲ ὅτου ἕνεκα τῆς θεαρχικῆς ἀγαθότητος ὁ ἱεράρχης δεῖται τῶν ἡμαρτημένων αἰτῶν τῷ κεκοιμημένῳ τὴν ἄφεσιν καὶ τὴν τοῖς θεοειδέσιν ὁμοταγῆ καὶ φανοτάτην ἀποκλήρωσιν. Eἰ γὰρ ἀμοιβὰς ἀπολήψεται πᾶς ὑπὸ τῆς θείας δικαιοσύνης ὧν ἐν τῇ παρούσῃ ζωῇ χρηστῶν ἢ ἑτέρων ἔδρασεν, ἐτέλεσε δὲ τὰς κατὰ τὸν τῇδε βίον οἰκείας ἐνεργείας ὁ κεκοιμημένος, πρὸς τίνος ἱεραρχικῆς εὐχῆς ἐφ' ἑτέραν λῆξιν μεταταχθήσεται παρὰ τὴν ἀξίαν αὐτοῦ καὶ τῆς ἐνθάδε ζωῆς ἀμοιβαίαν; Ἐγὼ δὲ, ὅτι μὲν ἀμοιβαίαν ἕξει τὴν ἀποκλήρωσιν ἕκαστος, εὖ οἶδα τοῖς λογίοις ἀκολουθῶν. Ἀπέκλεισε γάρ, φησίν, ὁ κύριος κατ' αὐτοῦ καὶ «Κομίσεται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν». Ὅτι δὲ καὶ τῶν δικαίων αἱ προσευχαὶ κατὰ τὸν τῇδε βίον, μήτι γε μετὰ θάνατον, εἰς τοὺς ἀξίους ἱερῶν εὐχῶν ἐνεργοῦσι μόνον, αἱ τῶν λογίων ἡμᾶς ἐκδιδάσκουσιν ἀληθεῖς παραδόσεις. Ἢ τὶ πρὸς τοῦ Σαμουὴλ ἀπώνατο; τί δὲ τὸν τῶν Ἑβραίων λαὸν ὤνησεν ἡ προφητικὴ προσευχή; Καὶ γὰρ ὡς εἴ τις ἡλίου τὰ οἰκεῖα δωρουμένου φῶτα τοῖς ἀβλαβέσιν ὀφθαλμοῖς ἐν μετουσίᾳ τοῦ ἡλιακοῦ φωτὸς αἰτεῖ γενέσθαι τὰς οἰκείας ὄψεις ἐξαφανίζων, οὕτω πρὸς ἀδυνάτους ἤρτηται καὶ περιττὰς ἐλπίδας ὁ τὰς τῶν ἁγίων ἐξαιτῶν προσευχὰς καὶ τὰς κατὰ φύσιν αὐτῶν ἱερὰς ἐνεργείας ἐλαύνων ἀπροσεξίᾳ τῶν θείων δώρων καὶ τῶν φανοτάτων καὶ ἀγαθοδοτίδων ἐντολῶν ἀποφοιτήσει. Φημὶ δὲ τοῖς λογίοις ἑπόμενος, ὡς ὠφέλιμοι πάμπαν εἰσὶν ἐν τῷδε τῷ βίῳ τῶν ἁγίων αἱ προσευχαὶ κατὰ τόνδε τὸν τρόπον· εἴ τις ἱερῶν ἐφιέμενος δώρων