1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

26

ἀνακεκράσθαι τινὰ ὁμοδοξοῦν ἔχοντα τὸ ἴδιον αὐτοῦ θέλημα τῷ τοῦ Κυρίου νόμῳ, τό τε μελετᾶν ἐν αὐτῷ μὴ μόνον δι' ὅλης ἡμέρας ἀλλὰ καὶ διὰ τῆς νυκτὸς ἐγρηγορόσι τοῖς τῆς διανοίας ὀφθαλμοῖς εἰς αὐτὸν ἐνορῶντα, καὶ κατ' αὐτὸν οὐ μόνον τοῖς μεθ' ἡμέραν ἔργοις τε καὶ λόγοις ἀλλὰ καὶ ταῖς κατὰ τὸν ὕπνον ἐνθυμήσεσι καὶ φαντασίαις ἐνεργοῦντα, εἴσεται τὸ μέγεθος τοῦ ταῦτα κατωρθωκέναι πρὸς τοῦ θείου πνεύματος μαρτυρουμένου· ἀλλ' εἰ καὶ πᾶσαν ὁμολογουμένως τὴν ἀνθρωπείαν ὑπερακοντίζει φύσιν τὰ λελεγμένα, ἑνὶ δ' οὖν ἀνδρὶ μόνῳ ἐφαρμόζοι ἂν τῷ γενομένῳ ἐκ σπέρματος ∆αυὶδ τὸ κατὰ σάρκα Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ πρὸς τοῦ ἐν Ἠσαΐᾳ θείου πνεύματος μεμαρτύρηται, ὅτι μὴ ἁμαρτίαν ἐποίησεν, μὴ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τὸ δ' ἐπιδεδεγμένον τῆς ἐκδοχῆς παρίστησιν ἡ κατὰ τὸ Ἑβραϊκὸν ἐντεῦξις ἐπιτετηρημένως οὕτως 69 ἔχουσα, μακάριος ὁ ἀνὴρ, μετὰ τῆς ἄρθρου προσθήκης· καὶ ἔπρεπέν γε τὸν κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν χρηματίσαντα πατέρα ∆αυὶδ, ἐπαγγελίαν εἰληφότα περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ τεχθήσεσθαι τὸν Χριστὸν, τούτῳ τὴν ἀπαρχὴν τῆς ἑαυτοῦ προφητείας ἀναθεῖναι. Ὅτῳ δὲ φίλον διαγνῶναι τὸ ἀκριβὲς τῆς ἐπὶ τὴν Σωτῆρα τῶν ἐν τῷ ψαλμῷ λεγομένων ἀναφορᾶς, τοῖς εἰς αὐτὸν ὑπομνηματισαμένοις ἐντυχὼν εἴσεται. Ψ. Ψαλμοῦ δευτέρου. Βʹ. Ἵνατι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. Ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν οἱ τοῦ Πέτρου καὶ Ἰωάννου τὰ κατ' αὐτοὺς παράδοξα διηγουμένων ἀκούσαντες ἐμαρτύρησαν. Εὐχαριστήσαντες γὰρ τοῖς ἐφ' οἷς ἤκουον θαυμασίοις τοῖς προεκτεθεῖσι ῥητοῖς ἐπήγαγον λέγοντες, Συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐπὶ τὸ αὐτὸ ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ὃν ἔχρισας Ἡρώδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ. Οὐ μόνοι δὲ ἄρα οἱ κατ' ἐκεῖνο καιροῦ ἐπιβουλεύσαντες τῷ Σωτῆρι ἡμῶν συνήχθησαν κατ' αὐτοῦ, ἀλλὰ καὶ οἱ καθεξῆς ἐξ ἐκείνου καὶ δεῦρο βασιλεῖς καὶ ἄρχοντες ὅλα τε ἔθνη καὶ λαοὶ διὰ τοῦ βλασφημεῖν αὐτὸν καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ διδασκαλίᾳ. Πεπεῖσθαι δὲ χρὴ μὴ μόνον τοὺς ἐν ἀνθρώποις ὁρατοὺς βασιλεῖς καὶ ἄρχοντας ἐπιβεβουλευκέναι αὐτῷ, πολὺ δὲ μᾶλλον τοὺς νοητοὺς 70 καὶ ἀοράτους ἄρχοντας τοῦ αἰῶνος τούτου, οἳ καὶ τότε ἐνήργησαν καὶ εἰς ἔτι νῦν ἐνεργοῦσιν, τά τε ἔθνη καὶ τοὺς κενὰ καὶ εἰς μάτην τὸν τοῦ Θεοῦ νόμον μελετήσαντας λαοὺς τοὺς ἐκ περιτομῆς, οὐ μόνον κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ βουλευσαμένους, ἀλλὰ δι' αὐτοῦ καὶ κατὰ τοῦ πέμψαντος αὐτὸν Πατρός· περὶ ὧν ἁπάντων ἐν τῷ ψαλμῷ ἐπιφέρεται τὸ, Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Οἷς ἑξῆς αὐτὸς ὁ Χριστὸς τὴν μετὰ τὸ πάθος γεγενημένην περὶ αὐτὸν οἰκονομίαν παιδεύων ἡμᾶς φησὶν, Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Οὐ χρὴ μέντοι γε κατὰ τὰς Ἰουδαίων χαμαιπετεῖς ὑπολήψεις τὴν τοῦ Χριστοῦ βασιλείαν ὁμοίαν ταῖς τῶν ἀνθρώπων ἡγεῖσθαι ἐπὶ τὸ Σιὼν ὄρος σωματικὸν συστησομένην· πρὸς γ' οὖν τὸν ἐρωτήσαντα αὐτὸν εἰ βασιλεὺς τυγχάνει, ἀπεκρίνατο λέγων, ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ὅθεν δὴ καὶ βασιλείαν οὐρανῶν ἐπήγγελτο τοῖς πεπιστευκόσιν εἰς αὐτὸν, καὶ τὸ Σιὼν δὲ ὄρος ἐπουράνιον ὑπάρχειν ἐδίδαξεν οὐ μόνος ὁ ἀπόστολος, ἀλλὰ καὶ πλεῖσται ἄλλαι προφητεῖαι. Ὁ γ' οὖν Μιχαίας προειπὼν ὡς ἄρα διὰ τὰς ἀσεβείας τοῦ προτέρου λαοῦ Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ, ἑξῆς περὶ ἑτέρας Σιὼν καὶ Ἱερουσαλὴμ ὁμοίως ἐπιφέρει, λέγων, Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ 71 ἥξουσιν ἐπ' αὐτῷ