9Ἰοχέαιρα9: ι· ἡ τῷ ἰῷ χαίρουσα. 9Ἶποσ9: Σημαίνει δὲ τὴν παγίδα τῶν μυῶν, ι· παρὰ γὰρ τὸ ἴπτω γέγονεν, τὸ σημαῖνον τὸ βλάπτω· τὰ γὰρ εἰς πτω οὐ θέ λουσι διφθόγγῳ παραλήγεσθαι. 9Ἱμονία9: Σημαίνει δὲ τὸ θέρμα, εἰς ὃ ἀντλοῦσι τὸ ὕδωρ· διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἱμὰς, ἱμάντος γέγονεν. 9Ἀνιμῶμαι9: ∆ιὰ τοῦ ι· παρὰ γὰρ τὸ ἱμάς. 9Ἱρόσ9: Σημαίνει δὲ τὸν ἱερὸν, διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ ἱερὸς γέγονεν ἱρὸς κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρόν· 224 ἰστέον ὅτι ἡνίκα τὸ ε ἐπιφέρηται, τὸ ι ἐπικρατῇ· οἷον, ἱρός· ἡνίκα δὲ τὸ ε ἐν διφθόγγῳ ἐστίν, τότε δίφθογγος ἐπικρατεῖ· οἷον, οἱγίεια, οἱγεῖα. 9Ἶσοσ9 καὶ 9Ἴσανδροσ9: Ἐξ αὐτοῦ διὰ τοῦ ι γράφεται κατὰπαράδοσιν. 9Ἰχώρ9: Σημαίνει δὲ τὸ σεσηπὸς αἷμα, διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴσχω, τὸ σημαῖνον τὸ λεπτύνω, καὶ ἰσχαίνω γίνεται ἰσχὼρ, τὸ λεπτύνον τὸ σῶμα ἐν τῷ καταστάζειν· καὶ ἀφαιρέ σει τοῦ σ ἰχώρ. 9Ἰτέα9: ∆ιὰ τοῦ ι· παρὰ γὰρ τὸ ἰέναι ἐστίν· καὶ γὰρ τα χέως αὔξεται· κατὰ τὸν τοῦ ἰὸς τὸν κανόνα. 9Ἴπτω9: Σημαίνει δὲ τὸ θλίβω, διὰ τοῦ ι ὡς ἐδείξαμεν. 9Ἱλεόμενοι9: Ἐπὶ τοῦ ἱλασκόμενοι. 9Ἵληθι9: ∆ιὰ τοῦ ι γράφεται· γέγονεν δὲ παρὰ τὸ ἱλαρὸς, καὶ γὰρ ὁ εὐμενὴς ἱλαρός. 9Εἴλαθι9: Οἱ Αἰολεῖς γὰρ ἔλλαθι λέγουσιν. 9Ἴω9: Τὸ ἴω διὰ τοῦ ι· ἔστιν καὶ εἴω διὰ τῆς ει διφθόγγου· καὶ τὰ μὲν ἑνικὰ τοῦ εἰμὶ, ἀπὸ τοῦ εἴω, τοῦ διὰ τῆς ει δι φθόγγου γέγονεν· τὰ δὲ δυικὰ καὶ πληθυντικὰ ἀπὸ τοῦ ἴω, τοῦ διὰ τοῦ ι γραφομένου· οἷον, δυϊκά· ἴτον, ἴτον· πληθυντικά· ἴμεν, ἴτε, ἴσιν, καὶ πλεονασμῷ τοῦ α ἴασιν. 9Ἴφι9: Σημαίνει δὲ τὸ ἰσχυρῶς· ὥσπερ γὰρ ἀπὸ τοῦ νόστος, νόστου, γέγονεν νοστόφι· οὕτως καὶ ἀπὸ τοῦ ἲς, ἰνὸς, γίνεται ἰνόφι, καὶ κατὰ συγκοπὴν ἴφι· τὸ δὲ ἲς διὰ τοῦ ι γράφεται ὡς δικατάληκτον· πάντα δὲ τὰ δικατάληκτα διὰ τοῦ ι γρά φεται. 9Ἴψ9: ∆ιὰ τοῦ ι· σημαίνει δὲ εἶδος σκώληκος· τὰ γὰρ εἰς ψ λήγοντα ἅπασαν δίφθογγον ἀποστρέφονται· γέγονεν δὲ παρὰ τὸ ἴπτω, σημαίνει δὲ τὸ βλάπτω· οἷον, ἲψ, ἰπός· ἰστέον δὲ ὅτι τὸ θρίψ, θριπὸς, κληθέν· θρίπες δέ εἰσιν οἱ σκώληκες οἱ ἐσθίοντες τὰ ξύλα· σῆτες δὲ οἱ ἐσθίοντες τὰ ἱμάτια· ἴπες δὲ οἱ ἐσθίοντες τὰ κόατα, ἴκες δὲ οἱ ἐσθίοντες τὰς ἀμπέλους. 225 9Ἴγδησ9: ∆ιὰ τοῦ ι ἡ ἄρχουσα, καὶ ἡ τελευταῖα, διὰ τοῦ η. 9Ἰλύσ9: Σημαίνει δὲ τὴν ἄθροισιν, διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ εἰλῶ παραγόμενα, ἢ σύνθετα ὀνόματα, μὴ κατὰ τὸ ἄρχον μέρος, διὰ τοῦ ι γράφεται. 9Ἰλὺς, Ἰλέοσ9: Σημαίνει δὲ τὴν κατάδυσιν. 9Ἵλαοσ9: Παρὰ τὸ ἱλαρός· οἱ γὰρ Αἰολεῖς ἴλλαος λέγουσιν, καὶ οὐχὶ ἔλλαος. 9Ἴασοσ9: ι καὶ ἴσος· παρὰ τὸ ἰάσω μέλλοντα, ἐξ οὗ τὸ ἰά σομαι· ἢ παρὰ τὸ κρίασον, ἴασος. 9Ἰάσων9: μακρὸν τὸ α· παρὰ τὸ ἰῶ, ἰάσω μέλλοντα γέγονεν Ἰάσων, καὶ Ἰάσονος μικρὸν, ὡς μακρὸν τὸ α. 9Ἰθύσ9: ι· ἢ γὰρ καὶ τὸ ἴσον, ἢ τὸν κανόνα· τὰ ἀμφιβαλλό μενα. 9Ἰθύνω9: Παρὰ τὸ ἰθὺς, ἰθύνω, καὶ ὁ μέλλων ἰθυνῶ. 9Ἰλαδόν9: Σημαίνει δὲ τὸ ὁμοῦ, διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴλη, τὸ σημαῖνον τὴν ἄθροισιν, γέγονεν, ὅπερ διὰ τοῦ ι γρά φεται. 9Ἰδικῶσ9: Ἀπὸ γὰρ τοῦ ἴδιον· ὅταν δὲ εἰδικόν ἐστιν, λέγο-μεν τὸ διαιρούμενον ἐκ τοῦ γένους, διὰ τῆς ει διφθόγγου γρά φεσθαι· τὸ δὲ ἴδιον ι, ἐπεὶ καὶ συστέλλεται. 9Ἵγνητεσ9: ι· οἱ γνήσιοι. 9Ἵπποσ9: ι· πρὸ γὰρ τῶν δύο ππ ἡ ει δίφθογγος οὐκ ἔστιν· ἢ παρὰ τὸ ἵπτασθαι τοῖς ποσίν. 9Ἰσαῦρα9: ι· ἡ πόλις, καὶ Ἰσαυρία. 9Ἰθύφαλον9: ι· καὶ 9Ἰθυφαλία9 μέτρον ι· ἡ παράδοσις. 9Ἱέρεια9: ∆ιὰ τοῦ ι ἡ ἄρχουσα κατὰ παράδοσιν, καὶ ἡ πα ραλήγουσα διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ διὰ τῆς ει διφθόγγου γρά φεται· οἷον, βασιλεὺς, βασίλεια, καὶ ἱερεὺς, ἱέρεια· οἱ δὲ Ἀθηναῖοι τοῦ ἱερεία ἐκτάσει τοῦ α, καὶ καταβιβασμὸν τῶν τό νων, καὶ φυλάττειν τὴν αὐτὴν γραφήν· οἷον, ἱερεία. 9Ἴφθιμοσ9: Ἀπὸ τοῦ ἴφθος, ἴφθιμος. 9Ἱππώναξ9: Παρὰ τὸ ἵππος ι· τὸ δὲ πω μέγα· ὅτι παρὰ τὸ ἱπποάναξ γέγονεν, καὶ κατὰ συναίρεσιν Ἱππώναξ. 226 9Ἰγκροσ9: Σημαίνει δὲ τὸν ἐγκέφαλον, διὰ τοῦ ι γράφεται· 9Ἱκεσία9. 9Ἰοειδεῖσ9: Μέλας· ει ἡ παράδοσις. 9Ἱππαρχεῖοσ9: Ἑρμῆς· τὸ χει δίφθογγος· 9Ἰξίς· Ἱμειρμένη. Ἰρέοσ9: Ἡ ἐξ αἰχμαλωσίας δουλεῖα· 9Εἴω, Εἶμι9, τὸ πο ρεύομαι. 9Ἰῶ9: Ἰεῖς, ἴημι, ἴεμαι, καὶ αὐτὸ τὸ πορεύομαι. 9Ἱῶ9: Ἱεῖς, ἵεμαι, τὸ πέμπω ἐξ οὗ τὸ εἷναι