ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
γενεῖν; Ἀμὴ δὸς αὐτῷ τὸ τοῦ μεγάλου πριμι κηρίου, ὁποῦ ἔνι μετὰ τὸν στρατοπεδάρχην. 34.5 Καὶ ὁρίζει πρὸς αὐτόν· Ἐκεῖνος προεῖπε μοι, ὅτι οὐ δὲν θέλει κανένα, ἂν ἔνι τὸ μεγαλώτερον, ἂν ἔχῃ αὐτὸ ἄλλος. Πῶς θέλει καταδέ ξεσθεν αὐτό; Ὅμως εἰπὲ τοῦτο πρὸς αὐτὸν καὶ ἂς ἀκούσωμεν. 34.6 Ἔρχεται καὶ λέγει πρὸς ἐμέ, ὅτι περὶ τοῦ μεγάλου κοντοσταύ λου τὸ ὀφφίκιον ὁρίζει, ὅτι διὰ τὸ εἶναι τὸν πενθερὸν αὑτοῦ μέγαν κον τόσταυλον οὔτε σὲ οὔτε ἄλλον θέλει εὐεργετήσει τοῦτο· ἀμὴ νά σε εὐερ γετήσῃ τὸ τοῦ μεγάλου πριμικηρίου, ὅπερ ἔνι καὶ πρὸ τούτου. Εἶπον δ' ἐγὼ πρὸς αὐτόν, ὅτι ἐὰν ἦν καὶ πρῶτον τοῦ μεγάλου δουκός, οὐδὲν τὸ θέλω, ἐπεὶ τὸ ἔχει καὶ ἄλλος. ∆ιελύθη ὁ λόγος. 34.7 Βουλευθέντος δέ μου μετὰ τῶν συγγενῶν καὶ φίλων καὶ οἰκείων, ἐφάνη καλόν, ὅτι τὸ περὶ τῶν ὀφφικίων ἂς γένηται, νὰ ἀπέλθω δὲ εἰς τὸν Μορέαν καὶ τὴν Κύπρον, καὶ ὅτι νὰ ἐπάρω καὶ μετ' ἐμὲ καὶ τὸν ἄριστόν μου υἱὸν καὶ κρείττονα σχεδὸν πάντων τῶν συνηλικιωτῶν αὐτοῦ καὶ ἀπὸ τοῦ κινητοῦ μου βίου τὸ πλέον μεριδικὸν καὶ νὰ ἀπέλθωμεν τῆς στερεᾶς καὶ νὰ ἴδῃ καὶ τοὺς τόπους καὶ νὰ παιδευθῇ εἰς πᾶν εἴ τι χρή σιμον ἐν τῷ βίῳ· καὶ πρὸς οὗ ἀναδιδάξουσιν ἡμῖν τὰ τοῦ ἀμηρᾶ καί, ἂν τυχένῃ, νὰ ἀφήσω τὸν υἱόν μου εἰς τὸν Μορέαν μὲ τὸν βίον μου εἰς τοὺς ἀπὸ μητρὸς γνησίους αὐτοῦ συγγενεῖς, ἢ πάλιν μετ' ἐμοῦ νὰ ἐπανα στρέψῃ. Ὅπερ αἴτιον καὶ τὴν μητέρα αὐτοῦ ἐδυσώπησεν, ὁ λογισμὸς δη λονότι τῆς μάχης καὶ συνεχώρησε τὴν πάλιν ἐξέλευσίν μου. 34.8 Ὡς δὲ πάντα τὰ χρειώδη τῆς ὁδοῦ οἰκονόμησα καὶ ἔλιπον μόνον αἱ γραφαί, μίαν τῶν ἡμερῶν ἀπελθόντος μου εἰς τὸ παλάτιον, ἐσέβηκα εἰς τὸ τοῦ βασιλέως κελλίον, ὡς σύνηθές μοι. Καὶ ὡς οὐχ εὗρον ἐκεῖσε τὸν βασιλέα, ἐρωτήσας, εἶπόν μοι, ὅτι εἰς τὸ τετράσαρον, ἕτερον τοῦ κελ λίου αὐτοῦ πλησίον ὁσπίτιον, συντυχένει μετὰ τοῦ παπᾶ Ἀντωνίου τοῦ Ῥοδαίου. Καὶ προσμείνας μικρόν, ἰδοὺ καὶ ὁ βασιλεὺς θυμοῦ πνέων καὶ ὁρίζει πρός με· Εἰδές τον, καὶ παραλείπω τὴν ὕβριν, τὸν μεσάζον τά σου· σὺ ἐζήτησας τὸ ὀφφίκιον τοῦ μεγάλου κοντοσταύλου· καὶ ἐγὼ εἶπον πρὸς αὐτόν, ὅτι «τοῦτο οὔτε αὐτὸν οὔτε ἄλλον τινὰ τὸ θέλω δώ σειν», δι' ἃς αἰτίας εἶπον. Εἶπον δὲ ἐγὼ τὸ τοῦ μεγάλου λογοθέτου· καὶ εἶπεν ἐκεῖνος, ὅτι θέλει ὑπάγειν, ἵνα κρεμνήσῃ ὁ Παλαιολόγος μέγας στρατοπεδάρχης, ὅτι ποιῶ καὶ σὲ πρὸ ἐκείνου. Καὶ σήμερον ἔστειλε τὴν προβατίναν τὸν παπᾶν Ἀντώνιον, ὅτι, ἐπεὶ ἐζήτησεν, ἵνα τιμήσωμεν τὰ μουσκαράκιά του, ζητεῖ, ἵνα ποιήσωμεν τὸν πρῶτον μέγαν λογοθέτην καὶ τὸν δεύτερον μέγαν κοντόσταυλον, ἐπεὶ καὶ τοὺς λογατόρους νῦν ἐκεῖνος ἄρχει, ὅπερ ἔνι ὑπηρεσία τοῦ αὐτοῦ ὀφφικίου. 34.9 Λοιπὸν λέγω σοι, ὅτι ἐκείνους, ἂν θέλῃ, θέλω τοὺς δώσειν ἄλλα μικρότερα ὀφφίκια, ἃ ἀκόμη θέλουν εἶσθεν καὶ παρὰ τὴν ἀξίαν τους· σὺ δὲ ἔχε τὸ τοῦ μεγάλου λογοθέτου. Τοῦτο δὲ μόνον σὲ ζητῶ, ὅτι διὰ πολλὰ τοῦ καιροῦ καὶ τῶν ἀρχόντων αὐτῶν αἴτια νὰ μηδέν με προσκυνή σῃς εἰς παράστασιν ἑορτῆς ὑπὲρ αὐτοῦ, ἀμὴ νά σε τὸ γράψῃ ὁ γραμματι κὸς ἐν τοῖς πρὸς τοὺς ἀδελφούς μου καὶ τὴν ῥήγεναν καὶ ἁπλῶς πρὸς πάντας, οὓς μέλλει γράψειν, ὅτι ἔρχεται αὐτοῦ ὁ μέγας λογοθέτης. Καὶ σὺ πάλιν θέλεις τὸ γράψειν ἐδῶ πρὸς ἐμὲ καὶ τοὺς σούς· καὶ θέλεις τὸ βάλλειν εἰς τὸ στόμα τους καί, ἂν τοὺς φανῇ δριμὺ ἢ πικρόν, τέλος θέ λουν τὸ καταπιεῖν. 34.10 Ἐγὼ δὲ ἀπελογησάμην· Πολλὰ τὰ ἔτη τῆς ἁγίας βασιλείας σου, ἀμὴ δέομαί του καὶ παρακαλῶ, ὅτι δι' ἐμὲ μηδὲν ἔνι τίποτε, ὁποῦ νὰ προξενήσῃ λύπην, ἀλλὰ μᾶλλον καὶ τὸ δέρμα μου ἀφαίρεσε, ἂν ἠμπο ρῇ νὰ ἔνι πρὸς εἰρήνην καὶ εὐφροσύνην τῆς ἁγίας βασιλείας σου. Κἀ κεῖνος ὁρίζει· Ὡς καλὸς ὑποχείριος λέγεις, πλὴν μηδὲν τὸ ἔχεις τίποτε· πρὸς γὰρ τὰς ὑπολήψεις αὐτῶν τῆς πρός σε τάχα φιλίας καὶ τοὺς τρό πους των ἀπιδὼν ἐλυπήθηκα. Ἀμὴ λάλησόν μοι ἐδῶ τὸν γραμματικόν· τὶς ἔνι αὐτοῦ; Καὶ ἀποκριθείς τις ἀπῆλθε καὶ ἐλάλησεν αὐτόν. 34.11 Καὶ ὡς ἦλθεν, ὁρίζει πρὸς αὐτόν· Εἴπομεν πρός σε, πρὸς τίνα καὶ τίνα νὰ γράψῃς <γραφὰς> πιστώσεως, ὅτι θέλει μαθεῖν· καὶ γράψε, ὅτι θέλει μαθεῖν παρὰ τοῦ μεγάλου λογοθέτου τοῦ δεῖνος. Καὶ ἐὰν ζῶμεν καὶ παρέμπροσθεν, θέλω τὸν γράψειν