26
Ῥινοκουρούρων τῆς Αἰγύπτου, Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Λιβύην, Ἀφρικὴν καὶ Μαυριτανίαν ἕως Ἡρακλείων στηλῶν, ἤτοι ἕως τοῦ δυτικοῦ καὶ Λιβυκοῦ Ὠκεανοῦ, ποταμὸν διορίζοντα τὸν Νεῖλον, ὃς καὶ Γειὼν καὶ Χρυσορρόας λέγεται. Ἰάφεθ δὲ τῷ τρίτῳ υἱῷ αὐτοῦ ἄγοντι ἔτος υκεʹ ἀπὸ Μηδείας τὰ πρὸς ἄρκτον καὶ δυσμὰς ἕως Γαδείρων καὶ Βρεττανικῶν νήσων, Ἀρμενίαν καὶ Ἰβηρίαν, Πόντον, Κόλχους καὶ τὰς κατόπιν χώρας καὶ νήσους ἕως Ἰταλίας καὶ Γαλλικῆς Σπανικῆς τε καὶ Κελτιβηρίας καὶ Λυσιτανῶν. οὕτω μερίσας καὶ ἐγγράφως διαθέμενος, ὥς φασιν, ἐπαναγνούς τε αὐτοῖς τὴν διαθήκην αὐτοῦ ἐσφραγίσατο, παρ' ἑαυτῷ κατασχών, ἕως τοῦ βφ ζβʹ ἔτους ἀπὸ Ἀδάμ, ἐν ᾧ καὶ ἐκοιμήθη. μέλλων δὲ τελευτᾶν ἐνετείλατο τοῖς τρισὶν αὐτοῦ υἱοῖς μηδένα ἐπελθεῖν τοῖς τοῦ ἀδελφοῦ ὁρίοις καὶ ἀτάκτως ἐνεχθῆναι πρὸς ἕτερον, ὡς τούτου γενησομένου αἰτίου στάσεως αὐτοῖς καὶ πολέμων τῶν πρὸς ἀλλήλους. τὴν δὲ διαθήκην αὐτοῦ ἔδωκε τῷ Σήμ, ὡς πρωτοτόκῳ υἱῷ καὶ θεοφιλεστέρῳ, ὃς καὶ τὴν ἡγεμονίαν διεδέξατο μετ' αὐ τὸν καὶ τὰς ἐξαιρέτους τῶν παρ' αὐτοῦ εὐλογιῶν ἐκληρώσατο, ὡς καὶ ἐν τῇ Γενέσει φέρεται. καὶ ἐκοιμήθη ἐν ὄρει Λουβάρ. Ἐν δὲ τῷ βψ ζαʹ ἔτει τοῦ κόσμου, ἤτοι μετὰ ςʹ ἔτη τῆς τελευτῆς Νῶε, νεωτερίσας ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἐπέβη τοῖς ὁρίοις τοῦ Σὴμ καὶ κατ ῴκησεν ἐκεῖ παραβὰς τὴν ἐντολὴν Νῶε σὺν τοῖς ἐξ αὐτοῦ γενομένοις ἔθνε σιν ζʹ, Ἀμορραίοις, Χετταίοις, Φερεζαίοις, Εὐαίοις, Γεργεσαίοις, Ἰεβουσαίοις καὶ Χαναναίοις, οὓς διὰ Μωυσέως καὶ Ἰησοῦ ἐξωλόθρευσεν ὁ θεός, καὶ κατά τινας καιροὺς διὰ τῶν κριτῶν ἀπέδωκε τοῖς υἱοῖς Ἰσραὴλ τὴν πατρῴαν γῆν, ὡς ἐκ τοῦ Σὴμ καταγομένοις διὰ γενεῶν ληʹ, ἐτῶν αχπζʹ. ὃ καὶ ἔφθασεν εἰς τὸ δυοεʹ ἔτος, ἤτοι τῷ κγʹ τῆς βασιλείας Σα λομῶν, καθ' ὃ ἐνεκαίνισε τὸν ὑπ' αὐτοῦ κτισθέντα πολυτελῆ ναόν, θύσας τῷ πατρῴῳ θεῷ λαμπρῶς· περὶ ὧν ἐν τοῖς ἰδίοις τόποις ἑκάστης τῶν 48 αὐτῶν ληʹ γενεῶν κατὰ τὸ ἐγχωροῦν στοιχειώδει ἐπιτομῇ σὺν θεῷ λεχθή σεται. νῦν δὲ ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν πυργοποιίαν καὶ τὴν σύγχυσιν τῶν οβʹ ἐθνῶν καὶ γλωσσῶν, αἳ συνεχύθησαν, καὶ εἴπωμεν ἃ τοῖς πολλοῖς τῶν ἱστορικῶν προείρηται, ποῖα καὶ πόσα ἔθνη ἑκάστῳ τῶν γʹ υἱῶν τοῦ Νῶε ἔλαχεν ἐκ τῶν διασπαρέντων οβʹ ἐθνῶν. χρὴ δὲ ἀναμνησθῆναι τῶν προ λεχθέντων ἀνωτέρω, ὅτι ἀρξάμενοι τῷ καθολικῷ βψλ ςʹ ἔτει οἰκοδομεῖν τὸν πύργον, ὅπερ ἦν τῆς ζωῆς τοῦ Σὴμ φ ζδʹ, τοῦ δὲ υἱοῦ αὐτοῦ Ἀρφαξὰδ υ ζγʹ καὶ τοῦ υἱοῦ τούτου Καϊνᾶν τνηʹ καὶ τοῦ Σαλᾶ σλʹ καὶ τοῦ Ἕβερ ζθʹ, ἔμειναν οἰκοδομοῦντες ἐπὶ ἔτη μʹ ἕως τοῦ κοσμικοῦ βψο ςʹ. ἐν τού τῳ γὰρ τῷ ἔτει διεσπάρησαν ὑπὸ τοῦ θεοῦ εἰς πᾶσαν τὴν οἰκουμένην οὕτως· Τῶν οβʹ ἐθνῶν τῶν ἐκ τῶν διασπαρέντων ἀρχηγῶν μετονομασθέντων τὰ ὀνόματα Ἐκ τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε ἔθνη κεʹ οὕτωσ αʹ Ἀρφαξάδ, ἀφ' οὗ Χαλδαῖοι. βʹ Ἀλάμ, ἀφ' οὗ Ἐλουμαῖοι. γʹ Ἀσούρ, ἀφ' οὗ Ἀσύριοι. δʹ Λούδ, ἀφ' οὗ Λυδοί. εʹ Ἀράμ, ἀφ' οὗ Σύροι. Υἱοὶ Ἀράμ ςʹ Ὤς, ἀφ' οὗ Τράχωνες. ζʹ Οὔλ, ἀφ' οὗ Μαγαρδοί. 49 ηʹ Γαθέρ, ἀφ' οὗ Ἀρμένιοι. θʹ Μοσόχ, ἀφ' οὗ Μεσήνιοι. Υἱοὶ Ἀρφαξάδ ιʹ Καϊνᾶν, ἀφ' οὗ Γασφηνοί. ιαʹ Σασᾶν, ἀφ' οὗ Κοσαῖοι. ιβʹ Ἑβραΐρ, ἀφ' οὗ Ἑβραῖοι. ιγʹ Φαλέκ, ἀφ' οὗ Βάκτροι. ιδʹ Ἐλμωδάμ, ἀφ' οὗ Ἰνδοί. ιεʹ Ἰεκτάν, ἀφ' οὗ Μαδιναῖοι. ι ςʹ Ἀραβώθ, ἀφ' οὗ Ἄραβες. ιζʹ Ἰδουράμ, ἀφ' οὗ Καμήλιοι. ιηʹ ∆ερά, ἀφ' οὗ Μῆδοι. ιθʹ Ἰεζιά, ἀφ' οὗ Ἀριανδνοί. κʹ ∆εκλάμ, ἀφ' οὗ Κεδρούσιοι. καʹ Γεβήλ, ἀφ' οὗ Σκύθαι. κβʹ Ἀβιμεήλ, ἀφ' οὗ Ὑρκανοί. κγʹ Σαβάτ, ἀφ' οὗ Ἄραβες Ἰνδῶν. κδʹ Οὐήρ, ἀφ' οὗ Οὐαρναῖοι. κεʹ Εὐήν, ἀφ' οὗ Γυμνοσοφισταί. Οὗτοι πάντες ἐκ τοῦ Σὴμ κατάγονται, ὧν ἡ κατοικία ἐστὶ κατὰ μῆκος μὲν ἀπὸ Βάκτρων καὶ Ἰνδικῆς ἕως Ῥινοκουρούρων τῆς ὁριζούσης Συρίαν 50 καὶ Αἴγυπτον καὶ τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ στόματος τοῦ κατὰ Ἀρσι νόην τῆς Ἰνδικῆς, κατὰ πλάτος δὲ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς. τὰ δὲ ὀνόματα τῶν χωρῶν ταῦτα· Περσὶς καὶ τὰ ἐν αὐτῇ ἔθνη, Βακτριανή, Ὑρκανία, Βαβυλωνία, Κοδρυαλία, Ἀσσυρία, Μεσοποταμία,εὐδαίμων Ἀραβία, κοίλη Συρία, Κομμαγηνὴ καὶ ἡ φυσικὴ Περσίς. τὰ δὲ