26
ἀριστερῶν οἰωνῶν· ὅπως δ' ἀνακωχὴ γένηται, καὶ βασιλεῖ τῷ νέῳ τὰ τῆς ἀγγελίας δῆλα γενέσθαι, ἀντεμήνυσε καὶ αὐτὸς τοιαῦτα· «τῆς εἰς ἐμὲ εὐμενείας καὶ προμηθείας, ὦ βασιλεῦ, πολλὰς μὲν καὶ ἄλλας ἔχω τὰς ἀποδείξεις, μάλιστα δὲ τὸ ἐξ ἡλικίας, ὡς εἰπεῖν, πρώτης εἰς ἀρχὰς ἐκλέγεσθαι καὶ διοικήσεις ἐπιτρέπειν πόλεών τε καὶ στρατιῶν, οἴκοθεν ὡρμημένον· καὶ τὸ νῦν δὲ τοῦτο πολλὰς τῷ σῷ κράτει πείθει χάριτας ὁμολογεῖν, βασιλεῦ. δέομαι δὴ καὶ ταύτην ἐπιθεῖναι τὴν χάριν, τὴν παροῦσαν ἐπιτρέψαι πρὸς διάσκεψιν ἡμέραν, ὡς ἐς τὴν ὑστεραίαν ἐπιτέταγμαι τὴν ἀπολογίαν ἀποδώσοντι.» πρὸς μὲν δὴ τὸν πρεσβύτερον τῶν βασιλέων ἀπεκρίνατο τοιαῦτα· ᾗ δὲ τάχους, ἀπελθὼν πρὸς τὸν νέον, τὸ τοῦ βασιλέως ἐπίταγμα ἀναγγέλλει, καὶ Συναδηνοῦ παρόντος τοῦ πρωτοστράτορος. τοῖς δ' ἐδόκει βουλευτέα πάλιν ἐξ ἀρχῆς εἶναι περὶ τῶν ὅλων πραγμάτων· οὐδὲ γὰρ πρὸς ἕνα φέρειν τὸν κίνδυνον, πρὸς πάντας δέ. ἦρχε δὲ ὁ βασιλεὺς τῆς βουλῆς οὕτω διαλεχθείς· «αὐτοὶ μάρτυρες ἡμεῖς καθεστήκαμεν ἑαυτοῖς, ἔχοντες καὶ θεὸν, ἐφ' οἷς βεβουλεύμεθα, συνειδότα, ὡς οὔθ' ἡττηθέντες λύπῃ, οὔτ' εἴξαντες ἀκαίρῳ θράσει καὶ παραβόλῳ, οὔτ' ἐπράξαμεν οὔτ' ἐβου 1.78 λευσάμεθά τι τῶν μὴ δεόντων. ἀλλὰ τοσαύτην ἐνεδειξάμεθα μεγαλοψυχίαν καὶ καρτερίαν πρὸς τὸ μηδ' ἡντινοῦν αἰτίαν ἐφ' οἷς ὁ βασιλεὺς βεβούληται καθ' ἡμῶν αὐτοὶ παρασχεῖν, ὥστ' εἰ μὴ θεὸς ἄνωθεν ὑπερέσχε χεῖρα, οὐδὲ πάνυ πόῤῥω τῶν θανάτου κατηντήκαμεν πυλῶν. ἄχρι μὲν οὖν δεῦρο τὸ τοῖς δεινοῖς ἐγκαρτερεῖν αὐτός τε ἐπῄνουν καὶ συνεβούλευον ὑμῖν: ἔτι γὰρ ὄντων ἐν ἀδήλῳ τῶν καθ' ἡμᾶς, πρὸς ἐμὲ μόνον ᾤετο τὴν διαφορὰν ἔχειν ὁ βασιλεὺς, καὶ μαλακώτερον ἥπτετο τῶν πραγμάτων, εὐχερῶς νομίζων, ὅταν ἐθελήσῃ πρὸς πέρας ἀγαγεῖν ἃ προῄρητο, δρᾷν· νυνὶ δὲ φανεροῦ γεγενημένου τοῦ τινας εἶναι τοὺς συναιρομένους ἐμοὶ, οὐκέτι τῶν ὁμοίων ἕξεται λογισμῶν, ἀλλὰ πρότερον ὑμᾶς ἐν ἀρχῶν προσχήματι διαστήσας ἐμοῦ, καὶ τῆς παρ' ἀλλήλων ἡμᾶς ἐπικουρίας ἀποστερήσας, πᾶσι διὰ τὴν μόνωσιν οὖσιν ἀσθενεστάτοις, ἣν ἂν βούλοιτο, δίκην ἐπιθήσει. νῦν μὲν οὖν σοὶ τὴν πρὸς Πελοπόννησον ἐπέταξεν ἀπιέναι· εἰς τὴν ὑστεραίαν δὲ πρωτοστράτορι ἑτέραν δῆθεν ἀρχήν τινα πρὸς ταῖς ἐσχατιαῖς τῆς Ῥωμαίων γῆς ἐγχειρίσει καὶ καταναγκάσει πρὸς τάχος γε ἀπιέναι· ὑμᾶς δ' ἐκποδὼν ποιήσας τοὺς περιφανεστέρους, τότ' ἤδη καὶ περὶ ἑτέρων εἴπέρ εἰσιν ἀνερευνήσει. πάντα δ' ὡς ἂν αὐτῷ καλῶς ἔχοι πρότερον διαθέμενος, ὡς ἤδη πρὸς καταστροφὴν εὐεπιχείρητον ὕστερον χωρήσει καὶ πρὸς ἐμέ. ἀλλ' ἴσως ἐρεῖ τις, ὡς, εἴγε κατὰ λόγον τὸν σὸν σὲ τῆς ἀπὸ τούτων ἐπικουρίας ἀποστερῆσαι βουλόμενος ἀρχὰς αὐτοῖς ἐγχειρίσει τὰς ἐν ἐσχατιαῖς τῆς Ῥωμαίων ἀρχῆς, ῥᾷον ἦν δήπου καὶ λυσιτελέστε 1.79 ρον πολὺ συλλαβόντα καὶ κατακλείσαντα φρουρᾷ τῆς ἀπὸ τούτων ἀπηλλάχθαι φροντίδος· τί γὰρ ἔσται τὸ κωλῦσον τοῦ ταῦτα καταπράξασθαι τὸν βασιλέα; -καὶ νοῦν ἔχοντα λόγον ἐρεῖ, τὸ κωλῦσον μὲν οὖν οὐδέν· συνετὸν δὲ ὄντα καὶ πολλῶν πραγμάτων ἔμπειρον τὸν βασιλέα τοῦτο λέληθεν οὐδαμῶς ὡς ἀλυσιτελὲς, πρὶν ἀκριβῶς ἐκμαθεῖν ὁπόσοι τινὲς καὶ οἷοι τὴν πρὸς ἐμὲ προείλοντο κοινωνίαν, ὁμόσε πρὸς τὸ πολεμεῖν. δέος γὰρ μὴ πολλῶν τινων καὶ δυνατωτάτων ὄντων ἕνα μὲν ἢ καὶ δύο καθείρξῃ, τῶν δὲ λοιπῶν ἤδη πρὸς ἀνάγκην συνισταμένων, οὐ κατὰ νοῦν χωρήσῃ τὰ πράγματα αὐτῷ. εἰκὸς δὲ αὐτὸν καὶ πολλούς τινας καὶ δυνατοὺς τοὺς τὰ ἡμέτερα εἶναι οἴεσθαι προῃρημένους· τὸ γὰρ ἐν τῇ δίκῃ πρὸ τῆς χθὲς ἐμὲ μόνον ἐναπειλημμένον μὴ καταπεσεῖν μηδὲ δειλίᾳ συσχεθῆναί τινι, ἀλλ' ἀτρέπτῳ καὶ φρονήματι καὶ ἤθει μετὰ ἀσφαλείας ἀντιλέγειν πολλῆς, τὸ καὶ τὸν Μελιτηνιώτην ἔξωθεν ἑστάναι τινὰς τῶν δυνατῶν ἀπαγγεῖλαι ὑπὲρ ἐμοῦ πάντα πράττειν προσγενόμενον προθυμουμένους, οὐκ ἐπὶ μικρὸν κατέσεισε τοὺς λογισμοὺς τοὺς βασιλικούς. διὸ τότε μὲν εὐθὺς ὅπερ ἀσφάλειαν ἐδόκει παρέχειν ἔπραττε, τῶν θρόνων ἐξαναστάς. νυνὶ δὲ καλῶς ἔχειν ἔδοξεν αὐτῷ τοὺς καταδήλους γενομένους ὑμᾶς ἐν εὐεργεσίας προσχήματι ἀποστῆσαι, καὶ μετὰ τοῦτο πάλιν, αὐτῶν