26
ἐναντίων διεφθάρησαν στρατιαί, καὶ ὡς τριάκοντα πρὸς ἑνὶ βασιλεῖ αὐτῶν ἀπεκτάνθησαν. τὰς δὲ περιλειφθείσας ετι πόλεις πολυχρονίου δεῖσθαι 1.65 πολιορκίας δι' ὀχυρότητα ελεγε, καὶ ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ ̓Ιορδάνου συνεξορμήσαντας αὐτοῖς ἀπολύειν ηδη πρὸς τὰ οἰκεῖα. καὶ προσκαλεσάμενος τοὺς ἐκ τῶν δύο φυλῶν καὶ τῆς ἡμισείας, πεντακισμυρίους οντας, πρὸς τὰς κληρουχίας αὐτῶν ἐπέτρεπεν ἀπελθεῖν. οἱ δὲ διαβάντες τὸν ̓Ιορδάνην βωμὸν ἐπὶ τῇ οχθῃ ἱδρύονται. ο θόρυβον καὶ τῷ πλήθει τῶν ̓Ισραηλιτῶν ἐνεποίησε. πέμπουσιν ουν ἐπ' αὐτοὺς δέκα τῶν ἐντίμων καὶ Φινεές, αἰτιώμενοι περὶ τοῦ βωμοῦ. οἱ δὲ μὴ κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμὸν ελεγον, εἰς δὲ τεκμήριον τοῖς ἑξῆς τῆς πρὸς ὑμᾶς οἰκειότητος· ενα γὰρ θεὸν γινώσκειν τὸν σύμπασι τοῖς ̔Εβραίοις κοινόν. ταῦτα εἰπόντων Φινεὲς καὶ οἱ σὺν αὐτῷ πρὸς τὸν ̓Ιησοῦν ὑπενόστησαν. ̓Ιησοῦς δὲ κληροδοτήσας τῷ πλήθει τὰς χώρας ἐν Σικίμοις διῆγεν. ὑπέργηρως δὲ γεγονὼς καὶ θνήσκειν ηδη μέλλων παραίνεσιν ἐποιήσατο πρὸς τὸ πλῆθος, καὶ ἐτελεύτησε βιοὺς ετη ἑκατὸν δέκα, ων σὺν Μωυσεῖ διέτριψε τεσσαράκοντα, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν στρατηγῶν πέντε καὶ εικοσι. θνήσκει δὲ καὶ ὁ ἀρχιερεὺς ̓Ελεάζαρ, Φινεὲς τὴν ἀρχιερωσύνην τῷ υἱῷ λιπών. Μετὰ δὲ ταῦτα Χαναναῖοι ἐλπίσαντες περιγενέσθαι τοῦ τῶν ̔Εβραίων γένους θανόντος ̓Ιησοῦ, κατ' αὐτῶν ἐπεστράτευσαν, τῷ βασιλεῖ ̓Αδωνιβεζὲκ τὴν ἡγεμονίαν πιστεύσαντες. δηλοῖ δὲ τὸ ονομα κύριος Βεζέκ· ἀδωνὶ γὰρ ἑβραϊστὶ κύριος λέγεται. συμμίξασαι δὲ τοῖς Χαναναίοις αἱ δύο φυλαί, ἡ τοῦ ̓Ιούδα καὶ ἡ τοῦ Συμεών, τρέπονται αὐτοὺς καὶ τὸν ̓Αδωνιβεζὲκ αἱροῦσι καὶ ἀκρωτηριάζουσιν. ειλον δὲ καὶ πόλεις πολλὰς καὶ τῶν ̔Ιεροσολύμων τὴν κάτω πόλιν, καὶ τοὺς ἐνοικοῦντας ἀπέκτειναν· τῆς δ' ανω δυσχε1.66 ρὴς ην ἡ πολιορκία φύσει τε τοῦ χωρίου καὶ τειχῶν ὀχυρότητι. ἑλόντες δὲ καὶ τὴν Χεβρὼν απαντας διεχειρίσαντο, καὶ εδωκαν αὐτὴν τῷ Χάλεβ εἰς κλῆρον, καθὼς Μωυσῆς ἐνετείλατο. καὶ τοῖς τοῦ ̓Ιοθὸρ ἀπογόνοις ἀγχιστεῦσιν ουσι Μωυσέως γῆν προσεκλήρωσαν, οτι τὴν πατρίδα καταλιπόντες συνείποντο ἐν τῇ ἐρήμῳ τῷ τῶν ̔Εβραίων λαῷ. αἱ δὲ ἐξ ̓Ιούδα καὶ Συμεὼν φυλαὶ μεγάλως εὐδαιμονήσασαι τὰ οπλα κατέθεντο. τὰ Βαίθηλα δὲ πολιορκοῦσα ἡ φυλὴ τοῦ ̓Εφραῒμ οὐδὲν ηνυε. συλλαβόντες δέ τινα τῶν τῆς πόλεως πίστεις παρέσχον αὐτῷ παραδόντι τὴν πατρίδα σώσειν καὶ αὐτὸν καὶ τοὺς συγγενεῖς. καὶ ὁ μὲν ουτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ κτείναντες τοὺς οἰκοῦντας ειχον τὴν πόλιν. Βενιαμῖται δέ, τῆς ̔Ιεροσολύμων πόλεως λαχούσης αὐτοῖς, φόρους τοῖς κατοίκοις ἐπέθεντο, ζῆν συγχωρήσαντες παρὰ τὰς θείας διαταγάς. ὁμοίως δ' ἐποίουν καὶ αἱ αλλαι φυλαί. Ηδη δ' εὐθηνουμένους τοὺς ἐξ ̓Ισραὴλ διέφθειρεν ἡ τρυφή, καὶ τοὺς θείους παρέβαινον νόμους καὶ πρὸς τὸ πονεῖν διέκειντο ἀηδῶς, καὶ ἡ ἀριστοκρατία ἐξέλιπε, καὶ ἡ γερουσία οὐκ ἀπεδείκνυτο. οθεν στάσις αὐτοὺς καταλαμβάνει δεινὴ ἐξ αἰτίας τοιαύτης. ἀνὴρ Λευίτης τὴν σύζυγον ἐπαγόμενος ἐκ Βηθλεὲμ ουσαν οικαδε ἀπῄει. ηδη δ' ὀψίας ουσης ἐπιξενοῦται παρὰ πρεσβύτῃ τινὶ ἐν Γαβαὼ πόλει φυλῆς τῆς Βενιαμίτιδος. νεανίαι δὲ Γαβαωνῖταί τινες τὸ γύναιον θεασάμενοι ηκον ἀπαιτοῦντες αὐτό· τοῦ δὲ πρεσβύτου μὴ διδόντος ἀποκτείνειν ἠπείλουν. ὁ δὲ τῆς ἑαυτοῦ θυγατρὸς παρεχώρει αὐτοῖς, ινα μή τι 1.67 βίαιον ὑποσταῖεν οἱ ἐπιξενωθέντες αὐτῷ. ἁρπάσαντες δ' ἐκεῖνοι τὸ γύναιον ἀπηλλάγησαν, καὶ δι' ολης τῆς νυκτὸς ἐμφορηθέντες αὐτῆς ἀφῆκαν ἀρχομένης ἡμέρας. ἡ δὲ τῇ τε νυκτερινῇ ταλαιπωρίᾳ καὶ τῇ πρὸς τὸν ανδρα αἰσχύνῃ καὶ τῇ λύπῃ καταβληθεῖσα διαπεφώνηκε. καὶ ὁ ταύτης ἀνὴρ εἰς μέρη δώδεκα διελὼν τὴν θανοῦσαν διέπεμψε μέρος εἰς ἑκάστην φυλήν, τό τε πάθος διδάσκων αὐτοὺς καὶ τοὺς αἰτίους τῆς συμφορᾶς. πέμπουσιν ουν πρὸς τὴν Γαβαὼ τοὺς παρανομήσαντας ἐξαιτούμενοι· οἱ δὲ οὐκ ἐξέδωκαν. αἱ φυλαὶ δ' ἐπεστράτευον ἐπ' αὐτούς, καὶ δὶς συμβαλόντες ἡττῶνται οἱ ̓Ισραηλῖται. ειτα διὰ Φινεὲς τοῦ ἀρχιερέως δέονται τοῦ θεοῦ, καὶ ουτω συμβαλόντες τοῖς Βενιαμίταις ἐκράτησαν ὡς πάντας πλὴν