26
περιπολοῦνται καὶ κινοῦνται, ὡς οιμαι. alpha.107 ̓Ακροχορδῶνεσ. αἱ ἐν τῷ προσώπῳ ἐλαῖαι. οιμαι δὲ, οτι ἀρσενικὸν ἐστί· θέλει γὰρ ειναι ὁ ἀκροχορδών. ̓Ακρώρεια. ἡ κορυφὴ τοῦ ορους η ακρον ορους, ἐν ῳ οἱ οἰκοῦντες ἀκρωρεῖται. ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ορους. ̓Ακταίη. ἡ παραθαλασσία. δῶρα παρ' ἀκταίης σοὶ τάδ' ἐπωφελίης. ἐν ἐπιγραφῇ τοῦτο ἑώρων. ̓Ακροβυστία. τὸ κεκαλυμμένον. ̓Ακτή. ὁ αἰγιαλὸς, ὁ πετρώδης καὶ ἀγχιβαθής. παρὰ τὸ κατάγνυσθαι καὶ κλᾶσθαι ἐν αὐτῇ τὰ κύματα. ̓Ακτίσ. παρὰ τὸ αγω, αξω, ηχα, ηχμαι γέγονεν ἀκτίς· οἱονεὶ ἡ πανταχοῦ φερομένη καὶ συστρεφομένη. ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πάνυ ἐστὶν ἐκτεταμένη. η ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω, ηϊχα, ηϊγμαι, ηϊκται, ἀκτὶς, ἡ ουσα ὁρμητική. ̓Ακυληΐα. ἡ Σικελία, η πόλις ̓Ιταλίας πολυάνθρωπος, προκειμένη ἐν θαλάσσῃ. καὶ ̓Ακυλήσιοι. ̓Ακυλία. ἡ Βενετία η Σικελία. Ακυθοσ. ἡ αγονος. Καλλίμαχος· -οὐδ' ἀγάλακτες οϊες, οὐδ' ακυθοι, πᾶσαι δέ κεν ειεν υπαρνοι. παρὰ τὸ κύω ακυος, καὶ πλεονασμῷ τοῦ θ ακυθος. ὡς λύω, λυτὸς, αλυτος· καὶ ωρται, ὀρτὸς, καὶ ὀρθός. η παρὰ τὸ κεύθω, τὸ κρύπτω, ακυθος. τὰ δὲ διὰ τοῦ ˉυˉθˉοˉς ὑπὲρ δύο συλλαalpha.108 βὰς, διὰ τοῦ ˉυ γράφονται. οιον, ακυθος· Μικύθος, κύριον· παμμάκυθος, ὁ μωρός. ουτω Θεόγνωστος. ̓Ακωκή. ἡ ὀξύτης. παρὰ τὸ ἀκὴ γίνεται κατὰ ἀναδιπλασιασμὸν ἀκωκή. τὰ γὰρ εχοντα ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, διὰ τοῦ ω μεγάλου γράφεται, οιον· εδω, ἐδὴ, ἐδωδὴ, αγω, ἀγὴ καὶ ἀγωγή. ουτως ουν ἀκὴ καὶ ἀκωκή. Ακυτοσ. νῆσος. παρὰ τὴν Κυδωνίαν Κρήτης. ὁ νησιώτης ̓Ακύτιος. ̓Ακόνιτον. Εὐφορίων λέγει τὴν βοτάνην, ην οὐδεὶς δύναται κονίσαι, ο εστι νικῆσαι· δηλητηριώδης γὰρ ἐστίν. ̓Ακκώ. ονομα γυναικὸς Σαμίας ἐπὶ μωρίας διαβαλλομένης. ̓Ακίνητος σφραγίσ. ὁ υἱὸς, κατὰ τὸ ατρεπτον καὶ ἀναλλοίωτον. ῥηθήσεται δὲ καὶ κινουμένη, κατὰ τὸ μὴ ειναι αψυχος, ἀλλὰ ζῶσα. ἀπὸ τοῦ εὐαγγελίου δὲ σφραγὶς ἐλήφθη· τοῦτον γὰρ, φησὶν ὁ πατὴρ, ἐσφράγισεν ὁ θεός. (Οὐδέτερον.) ̓Ακακήσιον. ονομα ορους. ̓Ακάραντον. ἀπλήρωτον. παρὰ τὸ κραίνω· τοῦτο παρὰ τὸ κάρα, καραίνω, καὶ συγκοπῇ κραίνω. πλεονασμὸς δὲ τοῦ ˉα ποιητικῶς. ̓Ακάματον. ἀκοπίαστον, παρὰ τὸ κάμνω. εστι καὶ ἀκάματον παρὰ τὸ κάμω, κάματος καὶ ἀκάματον. alpha.109 ̓Ακαριαῖον. τὸ ὀλίγον, τὸ βραχὺ, τὸ λεπτότατον. ̓Ακατάλληλον. τὸ ἀνάρμοστον. ̓Ακαπήλευτον. αδολον, καθαρόν· ἀραδιούργητον. ̓Ακαθοσίωτον. ανομον, ἀπόβλητον, ἀκόσμητον. ̓Ακάτιον. τὸ μικρὸν πλοῖον. ̓Ακάματον. τὸ πολὺ καὶ ασβεστον. ἀκάματον πῦρ. ̓Ακατέργαστον. ἀμόρφωτον, ἀδιατύπωτον. ̓Ακενόσπουδον. παρὰ ∆ιογνήτου εμαθον τὸ ἀκενόσπουδον καὶ τὸ ἀπιστητικόν· φησὶ Μάρκος ὁ φιλόσοφος βασιλεύς. ̓Ακέραιον. ακακον· ὁλόκληρον. ̓Ακεσίπονον. τὸ θεραπευτικόν. ̓Ακήματα. θεραπείας. παρὰ τὸ ἀκῶ, ἀκέσω, ὡς νεμῶ, νεμέσω· ἐντεῦθεν ἀκεστὴς, ἀκέστρια καὶ ἀνήκεστος. ̓Ακήλητον. αθελκτον, ἀπηνὲς, καὶ τὸ ἀκόνητον. καὶ τὸ ἀκήλητον θυμοῦ εθελξε λύρα. η τὸν ἀκήλητον θυμόν. ̓Ακίχητα. μὴ καταλαμβανόμενα. ἀπὸ τοῦ κιχῶ ἀκίχητα· τοῦτο παρὰ τὸ κίω, τὸ πορεύομαι. ̓Ακήριον. ἀσθενὲς, νεκροποιὸν, παρὰ τὸ κῆρ, ο σημαίνει τὴν θανατηφόρον μοῖραν. ̓Ακινάγματα. τὰ μετὰ ῥυθμοῦ κινάγματα τῶν ποδῶν καὶ τῶν χειρῶν. alpha.110 ̓Ακήρατον. αφθαρτον, αἰώνιον. ̓Ακίβδηλον. καθαρὸν, οὐ νόθον. οθεν δὲ ἡ λέξις, ἡ ἱστορία δηλώσει. οἱ ̓Αθηναῖοι, τῷ μίσει πρὸς τοὺς ἐν Χίῳ, τὸ ˉχ χαράττοντες ἐν τοῖς ἀδοκίμοις ἑαυτῶν νομίσμασιν, ἐκάλουν χίβδηλα, ειτα πρὸς τὸ εὐφωνότερον μετέβαλον τὸ ˉχ εἰς ˉκ. ̓Ακλεέσ. τὸ αδοξον. ̓Ακληρήμασι. συμφοραῖς, δυστυχίαις. διὰ τοῦτο δοκεῖ μοι μάλιστα ἐμπεσεῖν τοῖς ἀκληρήμασιν. Ακομψον. εὐτελὲς, ἀπάνουργον. ἀρχὴ δέ τις αυτη παρὰ ̔Ρωμαίοις οὐκ ακομψος. ̓Ακόνιτον. ειδος βοτάνης δηλητηριώδους. ἀλλὰ πιὼν ἀκόνιτον, ὑπέκφυγε τοῦτ' ἀκονιτί. ο ἐστι χωρὶς κόπου. καὶ ἐπὶ θηλυκοῦ, ἀκόνιτον. Ακοσ. ἡ θεραπεία. ̓Ακουσίθεον. τὸ εἰς θεοῦ ἀκοὰς ἐρχόμενον. ην δέ μ' ἀνάψας ευχηται, λάμψω φέγγος ἀκουσίθεον. ̓Ακούμβιτα. στρωμναὶ μαλακαὶ εἰς υψος ᾐρμέναι· αυται δὲ τρυφῆς καὶ βλακείας εἰσίν. ἡ λέξις