πῶς ἀληθὲς κατ' αὐτὸν τὸ Πάντες μὲν οὐ κοιμηθησόμεθα; Ἀπόκρισις. Μόνος ἔχων τὴν ἀθανασίαν λέγεται ὁ θεός, ὅτι οὐκ ἐκ θελήματος ἄλλου ταύτην ἔχει, καθάπερ οἱ λοιποὶ πάντες ἀθά νατοι, ἀλλ' ἐκ τῆς οἰκείας οὐσίας. Ἐρώτησις ξβ. Eἰ τῇ τετάρτῃ ἡμέρᾳ τῶν φωστήρων ἡ ποίησις γέγονεν, ἐξ αὐτῶν δὲ τῶν ἡμερῶν ὁ ἀριθμὸς συνίσταται, πῶς αἱ πρὸ τῆς παραγωγῆς τῶν φωστήρων τρεῖς ἡμέραι ἀμφίβολον τὸν μετὰ τὴν παραγωγὴν τῶν φωστήρων ἀριθμὸν τῶν ἡμερῶν οὐ δεικνύουσιν; Ἀπόκρισις. Ἐκ τῆς παραγωγῆς τοῦ φωτὸς ὁ διαχωρισμὸς γέγονε φω τὸς καὶ σκότους, καὶ ἐκ τοῦ διαχωρισμοῦ φωτὸς καὶ σκότους ἡ ἡμέρα ὑπέστη καὶ ἡ νύξ. Πρὸ δὲ τῆς τῶν φωστήρων ποιή σεως ἡ κατὰ τὸν ὅρον τοῦ θεοῦ ἐπικράτεια φωτὸς ἐποίει τὴν ἡμέραν καὶ ἡ ἐπικράτεια τοῦ σκότους τὸ σκότος ἤτοι τὴν νύκτα. Γενομένων δὲ τῶν φωστήρων ἐτάχθησαν ἐξουσιάζειν, ὁ μὲν τοῦ φωτὸς καὶ τῆς ἡμέρας, ἡ δὲ τοῦ σκότους καὶ τῆς νυκτός. Ὁ γὰρ δημιουργὸς τὸ φῶς μετὰ τῆς ὡρισμένης αὐτοῦ ἐπικρα τείας τῷ μείζονι τῶν φωστήρων ἐκληρώσατο, καὶ τοιαύτας ἡμέρας ἃς ποιεῖ νῦν τὸ φῶς μετὰ τοῦ φωστῆρος τοιαύτας ἐποίει καὶ πρὸ τῆς ποιήσεως τῶν φωστήρων, κατὰ τὸν ὅρον τοῦ θεοῦ τοῦ τὴν ἐπικράτειαν αὐτοῦ ὁρίσαντος δωδεκάωρον· ἐκεῖνος ὁ ὅρος ἐπείγει τὸν ἥλιον πρὸς τὴν ἐξ ἀρχῆς ἔμμετρον δωδεκάωρον κίνησιν. Ἐρώτησις ξγ. Ἐπειδὴ διαφόρως τινὲς ἡρμήνευσαν καὶ ἀσαφῶς τὸ Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, τὴν σαφήνειαν αὐτοῦ δί δαξον. Ἀπόκρισις. Eἴπομεν ἐν τοῖς ἀνωτέρω ὅτι οὐρανοὺς οἶδεν ἡ θεία γραφὴ καλεῖν ἢ τοὺς κατ' οὐσίαν, ὡς τὸν πρῶτον οὐρανὸν καὶ τὸ στερέωμα, ἢ τὰ κατὰ τὸν ἀέρα διαστήματα. Τὸ οὖν Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, ἵνα εἴπῃ· Τοὺς οὐρανοὺς ἔθετο σκήνωμα τοῦ ἡλίου. Ἡ γὰρ ἐκ τῆς τῶν Ἑβραίων γλώττης εἰς τὴν τῶν Σύρων γλῶτταν μεταγωγὴ τῆς λέξεως οὕτως γεγένη ται· Ἐν αὐτοῖς ἔθετο τοῦ ἡλίου τὸ σκήνωμα. ∆ηλοῖ δὲ δι' ἑτέρου ψαλμοῦ ὁ προφήτης ∆αυῒδ αὐτὸ τοῦτο, καί φησιν· Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέριν (ἡ γὰρ ἔκτασις τῶν δέρεων τὴν σκηνὴν ἀποτελεῖ), τῇ ποικιλίᾳ οὖν τῶν οὐσιῶν καὶ τῇ διαφορᾷ τῶν χρειῶν δεικνύων αὐτοὺς εἶναι γενητούς· ἡ γὰρ ἀγένητος φύσις πρὸς τὴν ἀγένητον φύσιν κατὰ φύσιν οὐκ ἔχει διαφοράν, τὸ δὲ καὶ χρείας ἕνεκα τοιόνδε ἢ τοιόνδε ἀλλό τριόν ἐστι τῆς ἀγενήτου φύσεως. Ἐρώτησις ξδ. Eἰ ὥσπερ ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τὸ τριήμερον οὕτως καὶ ὁ Χριστὸς ἐν τῇ καρδίᾳ τῆς γῆς, πῶς οὐ δοκήσει τοῦ κυρίου ὁ θάνατος γέγονεν; Ἰωνᾶς γὰρ μὴ θανὼν ἐνομίσθη