1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

26

λάβοι καὶ ἅπερ ἡμεῖς ὑπεσχόμεθα· εἰ δ' ἑνί γέ τινι τύχοι δι' ἀμέλειαν ἐπιστὰς θάνατος, πάντες τῷ ἐκείνου πτώματι τὴν ζωὴν συμπεράνωμεν καὶ οὐδενὸς ὑμεῖς τῶν ἐλπιζομένων ἐντεύξησθε. 50.5 ἀλλ' εἴπερ μὴ πρὸς ἀπάτην ἀλλ' ἀληθὴς γέγονεν ὁ διὰ μέσου προτεθεὶς ὅρκος, πάσῃ μηχανῇ τὸ ἀσφαλὲς ἡμῖν συντηρήσατε, καὶ εὖ ἴστε πάντα καὶ ἡμᾶς πληρώσειν ὅσα πρὸς ὑμᾶς συνεθέμεθα.» 50.6 ταῦτα ἐκεῖνος ἀκηκοὼς καὶ τοῖς περὶ αὐτὸν γνωρίσας ἔπεισε πάντας ἐφορμήσαντας κατὰ τοῦ δυσμενοῦς μακρὰν αὐτὸν ἀπελάσαι· οἳ δὴ καὶ κυκλώσαντες ἡμᾶς ἔκτοτε σχολαιοτέρως ἐβάδιζον. 51.1 Ἤλθομεν δὲ κατά τινα τόπον ἔνθα μονή τίς ἐστι παρθένων ἀσκουσῶν γυναικῶν, ἥτις πάλαι τοῦ Ἀκρουλλίου κατονομάζεται. 51.2 καὶ πάλιν ἄλλῃ τινὶ κουστωδίᾳ βαρβάρων ἐντυχόντες κατὰ τὴν προαυλαίαν οἱ μεθ' ἡμῶν βάρβαροι καί τι μικρὸν συστάντες αὐτοῖς ἔδοξαν εἴσω χωρεῖν ὥς τι σπουδαῖον τοπάσαντες ἐφευρεῖν. 51.3 συνειπόμεθα 51.3 δὲ τούτοις καὶ ἡμεῖς, τοὺς παρόντας ὑποβλεπόμενοι καὶ μή πω τὰς ψυχὰς τῆς προτέρας σκοτοδίνης ἀπαγαγόντες. 51.4 ὡς οὖν εἰσῄειμεν τοῦ ναοῦ τὰ προπύλαια ὃς τοῦ ἁγίου ἐπικέκληται Γεωργίου, ὁρῶμέν τινα βάρβαρον σκιμποδίῳ ἐγκαθεζόμενον, ἀνασπάσαντά τε τὰς ὀφρύας ξίφος τε κατέχοντα γεγυμνωμένον, καὶ ἀτενὲς τοὺς ἑστῶτας βλέποντας εἰς αὐτόν, εἴ τι καὶ βούλοιτο πράττειν, ἑτοίμους εἶναι ταῖς ὁρμαῖς ὑπεμφαίνοντας. 51.5 ὡς οὖν κατ' αὐτὸν ἐγενόμεθα, ἤρετο τοὺς περὶ ἡμᾶς τίνες ἐσμὲν καὶ ποίᾳ προφάσει τὸν θάνατον διεφύγομεν. 51.6 οἱ δὲ πάντα συντόμως ἐξεῖπον, καὶ τῶν νώτων ἡμῶν λαβόμενοι πρηνεῖς τοῖς ποσὶν αὐτοῦ τῷ ἐδάφει προσέρρηξαν. 51.7 ὁ δὲ τὸ ξίφος, ὅπερ ἔτυχε ταῖς χερσὶ κατέχων, ἑτέρως ἢ ὡς πέφυκε τέμνειν ἀνθυποστρέψας, ἐπάταξε ταῖς κάραις ἐφάπαξ καθ' ἕνα ἡμῶν. 51.8 εἶτα ἀνίστασθαι καὶ θαρρεῖν ἐκέλευε, καὶ «τοῦτό» φησι «τῆς ἀσφαλείας τεκμήριον ἔχοντας μηδὲν τοῦ λοιποῦ δεινὸν ὑμᾶς ὑποπτεύειν παρεγγυῶ.» 51.9 τοῖς παρεστῶσι δὲ βαρβάροις τοῦ ναοῦ τὰς πύλας, αἳ τέως ὑπῆρχον κεκλεισμέναι, προστάξας ἀναρριπίσαι, τῆς καθέδρας ἐξαναστὰς καὶ τὸν ἐμὸν πατέρα τῇ λαιᾷ ταῖν χεροῖν, τῇ ἑτέρᾳ δὲ τῶν ἀπ' ἐμοῦ δύο ἀδελφῶν ἕνα κατέχων, ἔνδον εἰσῄει τοῦ σεβασμίου σηκοῦ. 51.10 ὁ δὲ ἦν ἅπας πεπληρωμένος ἐλεεινῶν ἀνθρώπων ἐν αὐτῷ προκαθειρχθέντων, τριακοσίων περί που τὸν ἀριθμόν, ὡς ἐν ὑστέρῳ κατεμανθάνομεν. 52.1 Οὐκ ὀλίγον δὲ καὶ μιαιφόνων πλῆθος τῷ δυσμενεῖ συνεισῆλθεν. 52.2 ἀλλ' ἐκεῖνος εὐθὺς εἰσπηδήσας ἀνῆλθεν ἐπάνω τοῦ καθηγιασμένου βωμοῦ, ἐν ᾧ παρὰ τῶν ἱερέων ἡ μυστικὴ τελεῖται λατρεία· 52.3 καὶ τοὺς πόδας συμπλέγδην ἐν ἀλλήλοις ἀνθυποστρέψας, ὡς ἔθος ἐστὶ τοῖς βαρβάροις, ἐκάθητο γέμων θυμοῦ καὶ ἀπονοίας, τόν τε δῆμον τῶν ἀνδρῶν ἐκείνων περισκοπῶν, καὶ ἅπερ ἐβούλετο δρᾶν, τῇ κακεντρεχείᾳ τῶν φρενῶν διοικούμενος. 52.4 τὸν ἐμὸν δὲ πατέρα καὶ ἀδελφὸν ἑκατέραις διαλαβὼν ταῖς χερσί, καὶ ἡμᾶς αὐτοῦ που πρὸς τῇ εἰσόδῳ φυλάττεσθαι παρὰ τῶν ἑλόντων ἐγκελευσάμενος, νεύματι τοῖς βαρβάροις ἀνελεῖν ἐκείνους προσέταττεν. 52.5 οἳ δὴ τὸ τάχος καθάπερ ἀτίθασοι λύκοι θήρας ἐπιτυχόντες, οὕτως ἠπειγμένως καὶ ἀνηλεῶς τοὺς ἀθλίους κατέτεμον. 52.6 ἔτι δὲ τῷ θυμῷ ζέοντες, τί καὶ περὶ ἡμῶν ἐθέλειν αὐτοὺς πράττειν, πρὸς τὸν δεινὸν ἐκεῖνον δικαστὴν ἀπεσκόπουν. 52.7 ἀλλ' ἐκεῖνος μὲν τῆς καθ' ἡμῶν αὐτοὺς τέως ἐπιχειρήσεως διεκώλυσεν, ἐδόκει δὲ ἡμῖν αὐτόθι φυλαττομένοις τόν τε πατέρα καὶ τὸν ἐμὸν ἀδελφὸν τοῖς κειμένοις συναναιρεθῆναι καὶ μόνους ἡμᾶς φειδοῦς ἀξιωθῆναι. 52.8 πάλιν ἐκείνοις περὶ ἡμῶν αὐτὸ τοῦτο, τῷ βωμῷ φυλαττομένοις, λογίζεσθαι ἐπήρχετο. πλὴν οὐκ εἴχομεν ᾧτινι πέρατι τὴν περὶ ἀλλήλων στῆσαι ἀμφιβολίαν. 52.9 ὡς γὰρ ἔληξεν ὁ κατ' ἐκείνους τοὺς δυστυχεῖς φόνος, πεπλήρωτο δὲ τὸ ἔδαφος ἅπαν νενεκρωμένων σωμάτων, μέσον δὲ τούτων ἐλίμναζεν ἡ πλήμμυρα τοῦ αἵματος· οὐκ ἔχων ὅπως ὁ μιαιφόνος ἐκεῖνος πρὸς τὸ ἐκτὸς γένηται, ἄλλο κατ' ἄλλο τὰ πτώματα τῶν κειμένων τοῖς ἑκατέρωθεν τοῦ ναοῦ περιδρόμοις ἐπιτεθῆναι διεκελεύσατο. 52.10 οὗ δὴ καὶ γενομένου θᾶττον εὐθὺς αὐτὸν τοῦ βωμοῦ