κωκυτὸς ἀφόρητος καὶ πολύδακρυς. Ἀλλὰ τούτων οὕτω γινομένων, θεήλατος ὀργὴ τὴν ἑῴαν κατειλήφει. Τῶν γὰρ πρὸς ∆ιογένην εἰρηνικῶν συμφώνων ἀργῶν μεινάντων καὶ ἀπράκτων θυμῷ συνεχόμενοι οἱ Τοῦρκοι ἐφ' οἷς, ὃν αὐτοὶ ὡς ἐχθρὸν εἰληφότες καὶ ὑποχείριον πάσης κομιδῆς καὶ τιμῆς ἠξιώκασι καὶ τῇ ἰδίᾳ ἐπικρατείᾳ αὖθις ἀποκατέστησαν, τούτῳ οἱ οἰκεῖοι μανιωδῶς ὡς ἐχθρῷ προσενεχθέντες ἀσπόνδῳ, ἃ παρ' αὐτοῖς ἐχρῆν αὐτὸν παθεῖν, οἱ γνωστοὶ καὶ συγγενεῖς καὶ τοῖς τῆς εἰρήνης νόμοις ἀγόμενοι διαπεπράχασι καὶ οἰκτίστῳ καὶ ἐπωδύνῳ θανάτῳ παραδεδώκασιν ὑπερήλγουν γὰρ αὐτῷ καὶ οἱ ἀλλότριοι διὰ τὸ πλῆθος τῶν δεινῶν καὶ τὸ τῆς συμφορᾶς ἀπαρηγόρητον 157 ἄραντες ἐκ Περσίδος παμπληθεῖ, ὡς μηδενὸς ὄντος τοῦ κωλύοντος, τοῖς ῥωμαϊκοῖς ἐπιστρατεύουσι θέμασι καὶ ταῦτα κατελυμήναντο, οὐ σποράδες ἐπιφοιτῶντες ὡς τὸ πρὶν καὶ φυγάδες αὐτόχρημα, μᾶλλον δὲ ὡς δεσπόται τῶν προστυχόντων κατακυριεύοντες. Ταῦτα διενωτιζόμενος ὁ βασιλεύων, συναγείρας στρατόπεδον ἱκανὸν στρατηγὸν αὐτῷ ἐφίστησι τὸν Κομνηνὸν Ἰσαάκιον. Συνίστησι δ' αὐτῷ καὶ Ῥουσέλιον τὸν Λατῖνον μετὰ φραγκικοῦ συντάγματος εἰς τετρακοσίους Φράγκους ἀναβαίνοντος. Ἐν τῷ Ἰκονίῳ δὲ τοῦ στρατοπέδου γενομένου παντός, φιλονεικίας συμβάσης τινός, ἀποστατεῖ τηνικαῦτα ὁ Ῥουσέλιος προφανῶς καὶ τοὺς Φράγκους παραλαβὼν ἑτέραν ἐτράπετο καὶ τὰ καθ' ἑαυτὸν τῷ ἰδίῳ ἐπιτρέπει θελήματι. Ἀνελθὼν δὲ εἰς Μελιτηνήν, Τούρκοις περιτυχὼν ἀριστεύει ἐξ ἐφόδου τούτοις ἐπεισπεσών. Τὸ δὲ λοιπὸν στράτευμα τῇ Καισαρέων παραβάλλει. Σκεψάμενος δὲ ὁ Κομνηνὸς τοῖς ἐναντίοις ἐξ ἐφόδου προσβαλεῖν προῄει μὲν διὰ τῆς νυκτός, ὡς ἂν ἀπαρασκεύοις ἐμπέσῃ αὐτοῖς, τὸ δ' ἐναντίον πάσχει τῆς οἰκείας βουλῆς· ἐμπαρασκεύοις γὰρ καὶ ἡτοιμασμένοις ἐντυγχάνει αὐτοῖς. Συρρήγνυσι δὲ τούτοις καὶ μὴ βουλόμενος καὶ ἡττᾶται εὐθὺς καὶ αἰχμάλωτος αὐτίκα γίνεται. Ἁλίσκεται δὲ καὶ τὰ ἐν τῷ χάρακι ἅπαντα, πολλῶν μὲν Ῥωμαίων πεσόντων, ζωγρίᾳ δὲ ληφθέντων τινῶν, πλειόνων δὲ τὴν σωτηρίαν εὑραμένων φυγῇ. Τῆς δὲ φήμης τὸν βασιλέα καταλαβούσης ἔδοξε μέν τι σκυθρωπὸν παθεῖν, οὐ μὴν δὲ παντάπασι τῶν πολιτικῶν ἀδικημάτων καὶ τῶν κοσμικῶν ἀπέσχετο ταῖς τοῦ Νικηφόρου ὑποθημοσύναις· μὴ ἔχων γὰρ φύσιν διαγνωστικὴν καὶ ἕξιν διακριτικὴν καὶ ἐγρηγορυῖαν πᾶν τὸ προσταττόμενον παρὰ τοῦ Νικηφόρου ἐποίει ὥσπερ ἀνδράποδον. Ἔκτοτε οὖν ἀδείας λαβόμενοι οἱ τὴν ἑῴαν κατατρέχοντες Ἀγαρηνοὶ οὐκ ἐπαύοντο καθ' ἑκάστην 158 κεραΐζοντες ταύτην καὶ καταλυμαινόμενοι. Ἀλλαξαμένου δὲ τοῦ Ἰσαακίου τὴν αἰχμαλωσίαν χρημάτων πολλῶν καὶ βαλαντίου ἁδροῦ, αὖθις στρατηγὸς αὐτοκράτωρ ὁ καῖσαρ Ἰωάννης προχειρίζεται· ὃς διαπεραιωθεὶς καὶ μέχρι τοῦ ∆ορυλαίου προϊών, ἄρας ἐκεῖθεν πορρωτέρω πεπόρευται καὶ μέχρι τῆς γεφύρας τοῦ Τζούμπου κατέλαβε. Πρὸ δὲ τοῦ περαιωθῆναι τὸν Σαγγάριον ἀφικνεῖται ὁ Ῥουσέλιος ἐκ τοῦ Ἀρμενιακοῦ σπουδῇ πολλῇ καὶ στρατοπεδείαν ἐκεῖσε πήγνυσι. Πέμψας δ' ὁ καῖσαρ ὡσανεὶ προσκρούσαντι καὶ ἐξαμαρτόντι, εἰ γνωσιμαχήσειε καὶ τὸν οἰκεῖον ἐπιγνοίη δεσπότην, συμπάθειαν καὶ ἀμνηστίαν κακῶν ἐπηγγέλλετο. Φρυαξαμένου δὲ τοῦ βαρβάρου οἷα ἐπὶ ταῖς ἰδίαις χερσὶ καὶ τῷ πολέμῳ θαρροῦντος καὶ τῷ πλήθει τῶν σὺν αὐτῷ ἐρειδομένου ἄπρακτος ἡ πρεσβεία ἐδείχθη καὶ κενή· διὸ καὶ πολέμῳ κριθῆναι τὸ πᾶν ἔδοξε. ∆ιαβὰς οὖν τὸν ποταμὸν ὁ καῖσαρ καὶ ὁ συστράτηγος αὐτοῦ Νικηφόρος ὁ Βοτανειάτης μετὰ τῆς λοιπῆς πληθύος αὐτίκα πρὸς πόλεμον τῷ Ῥουσελίῳ προσέβαλε. Μὴ ἐνεγκόντων δὲ τῶν Ῥωμαίων τὴν τῶν Φράγκων ἐπίθεσιν φυγὴ γίνεται παντὸς τοῦ στρατοῦ, καὶ ἁλώσιμος ὁ καῖσαρ τῷ Ῥουσελίῳ καθίσταται καὶ ἄλλοι πολλοί, τοῦ Βοτανειάτου μόνου φυγόντος σὺν ὀλίγοις τισίν.
Ἐγεγόνει τοίνυν ὁ Ῥουσέλιος ἐκ τούτου μέγας καὶ διαβόητος τῷ μεγέθει τοῦ κατορθώματος. Χωρῶν δὲ κατευθὺ τοῦ Βυζαντίου τὸν καίσαρα εἶχε σιδηρόδετον καὶ πολλοῖς ἀνιαροῖς περιαντλούμενον καὶ λυπηρῶν κύμασιν ἀλλεπαλλήλοις