παρὰ τὸν θεῖον δρωμένοις θεσμὸν, εἴ πως ἀλλὰ ταύτῃ δείσαντες ἄνθρωποι τῶν μὲν φαύλων ἔργων ἀφέξοιντο, ἀνθέξοιντο δὲ τῶν 69 ἐπαινετῶν. ἀλλ' οὕτω μὲν ἡ Κλαυδιούπολις τῇ τοῦ σεισμοῦ βίᾳ ἐκ βάθρων ἀνετράπη τότε πᾶσα, καὶ συνεχύθη, τῆς ὀργῆς τοῦ Θεοῦ ἐκπιοῦσα τὸ ποτήριον ἄκρατον. παρὰ τοῦτον δὲ τὸν ἐνιαυτὸν, θερείας ὥρας κατὰ τὸ μεσαίτατον, ἄρτι τοῦ ἡλίου τῷ καρκίνῳ προσεπιβαίνοντος, ὄμβρος ἐν Βυζαντίῳ κατεῤῥάγη καὶ τοῖς προσομοροῦσιν αὐτῷ, οἷον οὐ συνέβη κατενεχθῆναι τὸ πρότερον. κλινούσης γὰρ τῆς ἡμέρας (παρασκευὴ δὲ ἦν) ἀρξάμενον τὸ δεινὸν εἰς ἐννάτην ὥραν κατέληγεν· οὕτω δὲ ῥαγδαία τις ἡ ὑέτισις κατεφέρετο, ὡς μὴ σταγόνας ὁρᾷν ὀμβριζομένας κατὰ τὸ σύνηθες, ἀλλά τινας ἐπικλύζοντας ὕδασιν ὀχετούς. οὐχ ὑπελείφθη γοῦν τῶν σηκῶν ἢ τῶν περιπύστων οἴκων, ὅστις ἄνωθεν ἐκ τῆς ὀροφῆς οὐκ ἐπληροῦτο τοῦ ὕδατος, καίτοι τῶν κατοίκων μόχθῳ ἀπαντλούντων αὐτὸ πρὸς τὰ ἄμφοδα· τὸ μὲν ἀπέῤῥεε, τὸ δ' ἐπέῤῥεε, καὶ ἀκαταγώνιστον ἦν τὸ δεινόν. ἐπὶ τριῶν οὖν ὡρῶν διαστήματι κατέσχεν ὁ ὑετὸς, καὶ ἦν ὁρᾷν ποταμοὺς πελαγίζοντας διὰ τῶν τῆς πόλεως στενωπῶν, καὶ τὸ παρασυρόμενον τῶν ἐμψύχων διαφθείροντας. οἱ δὲ ἄνθρωποι ἐλεεινῶς ἀπεθρήνουν οἰμώζοντες, κατακλυσμὸν αὖθις ἐπισκῆψαι κατ' ἐκεῖνον τὸν τεθρυλλημένον ὑποτοπάζοντες· ἀλλ' ἡ συμπαθὴς καὶ φιλάνθρωπος πρόνοια ἶριν διὰ τῆς νεφέλης ἐρείσασα, τῇ ταύτης ἀναλάμψει τὴν τοῦ ὑετοῦ κατήφειαν διεσκέδασε, καὶ αὖθις τὸ τῆς φύσεως σύγκριμα ἐπὶ τὴν προτέραν κατάστασιν ἐπανήγετο. συνέβη δὲ καὶ αὖθις ὄμβρον καταῤῥαγῆναι τεθολωμένον καὶ σύμμικτον 70 τέφρᾳ, ὡς ἐπὶ καμινιαίας αἰθάλης, καὶ χλιαρὰν δὲ παρεῖχε τοῖς ἐπαφωμένοις αὐτοῦ τὴν ποιότητα. ιʹ. Ὁ δὲ βασιλεὺς Νικηφόρος (αὖθις γὰρ ὁ λόγος ἐπάνεισιν, ἔνθεν τὸ ἴχνος ἀπέκλινε), τὴν Ῥωμαϊκὴν ἀνειληφὼς δύναμιν, ἐπὶ τὴν ἐπὶ Συρίας Ἀντιόχειαν ἔθει, καὶ χάρακα ταύτῃ πηξάμενος, ἐπείπερ ἀποχρώντως ἔχουσα τῶν ἀναγκαίων ἐτραχηλία, καὶ γαυρουμένη ἐκ τοῦ εὐθέος σπείσασθαι οὐκ ἠνείχετο, μὴ βουλόμενος αὐτὴν ἑλεπόλεσι κατεριπῶσαι· ᾔδει γὰρ κατὰ μικρὸν τροπαίοις καὶ μηχαναῖς ταύτην παραστησόμενος, ὀλίγον αὐτῇ καιρὸν παρακαθισάμενος, καὶ ταῖς φάλαγξι καὶ τῷ κόσμῳ τῶν ὅπλων τοὺς ἔνδον καταπλήξας οὐχ ἥκιστα· ἐκεῖθεν ἀπάρας τὴν μεσογαίαν διῄει, ἣν καὶ Παλαιστίνην καλοῦσιν, εὐδαίμονα πᾶσαν καὶ ῥέουσαν μέλι καὶ γάλα, κατὰ τὴν θείαν γραφήν· ἐν δεξιᾷ δὲ τὴν Κιλικίαν εἶχε καὶ τὰ παράκτια. τὴν Ἔδεσσαν οὖν κατειληφώς, κἀν τῷ σηκῷ τῶν θείων Ὁμολογητῶν εἰσεληλυθὼς καὶ τὸ θεῖον ἐξευμενισάμενος, τὴν στρατιὰν διανέπαυεν. ἠκηκόει γὰρ, τὴν ἐν κεράμῳ τοῦ Σωτῆρος καὶ Θεοῦ ἐκτυπωθεῖσαν μορφὴν ἐν τῷδε τῷ φρουρίῳ παρακατέχεσθαι. ἐκτυπωθῆναι δέ φασι τοῦτον τὸν τρόπον. Θαδδαίου τοῦ ἀποστόλου Ἀβγάρῳ πρὸς τοῦ Σωτῆρος τῷ τῆς Ἐδέσσης ἀποσταλέντος τοπάρχῃ, ὡς αὐτὸν τῆς συνεχούσης παρέσεως διὰ τοῦ θεανδρικοῦ ἀπαλλάξειεν ἐκτυπώματος, ἐνταυθοῖ παροδεύοντος τὸν πέπλον, ᾧ τῆς αὐτοῦ μορφῆς τὸ εἶδος 71 ἀῤῥήτως ὁ Χριστὸς ἀνετύπωσε , κεράμοις ἐν ἀποκειμένοις πρὸ τοῦ ἄστεος κατακρύψαι, ὡς ἐς τὴν ὑστεραίαν ἐναποληψομένους τοῦτον ἐκεῖθεν. συνέβαινε δὲ κατὰ πᾶσαν τὴν νύκτα φωτὶ τοὺς κεράμους ἀμηχάνῳ καταλάμπεσθαι. πρωῒ δὲ τὸν μὲν Θαδδαῖον ἀνειληφότα τὸν πέπλον ὁδοῦ τῆς προκειμένης ἔχεσθαι· τὸν δὲ κέραμον, οὗπερ ἔτυχε προσψαύσας ὁ πέπλος, τὸν θεανδρικὸν τοῦ Σωτῆρος τύπον ἀκραιφνῶς ἐναπομάξασθαι. τοῦτον ἀνειληφότες οἱ βάρβαροι ἐν θαύματι καὶ σεβάσματι παρὰ τὸ φρούριον διεφύλαττον. τότε δὲ Νικηφόρος ὁ βασιλεὺς, ἐξελὼν τὸ ἄστυ, τὸν τοιοῦτον σεπτὸν κέραμον ἐκεῖθεν ἀνείληφε, καὶ χρυσῷ καὶ λίθοις θήκην διασκευάσας μετέπειτα, καὶ ταύτῃ περιστείλας τοῦτον σεπτῶς, ἐν τῷ τῆς Θεομήτορος ναῷ, τῷ κατὰ τὴν βασίλειον ὄντι ἑστίαν, ἀνέθηκεν. ἐπεὶ δὲ τὸ Μέμπετζε