δεξιᾶς τύχης, μᾶλλον δὲ προνοίας ἀρρήτου θελήματος, ἀρχοντικὸν πλοιάριον, ὡς εἶχον σπουδῆς, ἀνέβησαν. καὶ τῶν βασιλείων εὐθὺ τῆς εἰρεσίας ἀγούσης ἐπικατέλαβε τὸ τῆς ἀνοσίας βουλῆς μετεσχηκὸς ἀκάτιον, τὸν βασιλέα προκαλούμενον εἰσελθεῖν ἐν αὐτῷ ὡς σπουδαιότερον δῆθεν ἀχθη 74 σόμενον δι' αὐτοῦ. ὡς δ' ἀπεπέμπετο καὶ κατὰ χώραν ὁ θηρευόμενος ἔμενε, καί τι προύργου πράξειν ἀπηναισχύντουν οἱ ἐν αὐτῷ, προσαράσσειν ταῖς κώπαις οὐκ ἐξ εὐπλοίας σχηματιζόμενοι. διασωθέντος τοίνυν τοῦ βασιλέως ἀθιγοῦς ἐν τοῖς ἀνακτόροις, ἐπεὶ καὶ ὁ τούτου αὐτάδελφος διὰ τῆς ἀγορᾶς προῄει προπορευομένων αὐτοῦ καὶ περικυκλούντων στρατιωτῶν ἐγχεσιμάχων, διάλυσιν ἐλάμβανε τὰ τῆς στάσεως· τοῦ γὰρ ἄλλου πλήθους τῆς πόλεως μὴ συναποστατῆσαι θελήσαντος καὶ συνδιαφθαρῆναι τῇ τῶν ἐπιβούλων σκαιότητι, φόβος κατέσχεν αὐτούς. καὶ οἱ μὲν ἐπισημότεροι καὶ τὰς ὡπλισμένας ἤδη παραγυμνώσαντες τῷ μεγάλῳ καὶ περιωνύμῳ ναῷ τῆς τοῦ θεοῦ σοφίας προσέδραμον, τὴν περὶ ψυχῆς σωτηρίαν τῶν ἄλλων ἁπάντων, χρημάτων τέ φαμεν καὶ κτημάτων, ἀνταλλαττόμενοι· οἱ δὲ λαθεῖν οἰηθέντες ἐπὶ τὰς ἑαυτῶν κατοικίας καὶ συναυλίας ἑτέρας διεσκεδάσθησαν. ἐξῆλθε δὲ καὶ ὁ τῆς πόλεως ἔπαρχος μετὰ τὸ τὴν πολλήν, τὸ τοῦ λόγου, τυφθεῖσαν θάλασσαν, τὸ φλεγμαῖνον καὶ αὐτὸς καταστέλλων, καὶ συνεμίγη τῷ τοῦ βασιλέως ὁμαίμονι κατὰ τὴν ἀγορὰν προοδεύοντι. ἦσαν γὰρ ἀναλαβόμενοι πάντες ἑαυτούς, καὶ τούτων συγκροτοῦντες τὰ νικητήρια, καὶ τοῖς βασιλεῦσι τὸ κράτος ἐπικροτοῦντες, καὶ σὺν εὐφημίαις καὶ θυμιάμασι πλείσταις τὴν προπομπὴν ἐργαζόμενοι. Ὡς δὲ κατάστασις ἔσχε καὶ νηνεμία τουτὶ τὸ κλυδώνιον, καὶ παντελὴς πληροφορία τοῖς περὶ τὸν βασιλέα καὶ 75 αὐτῷ βασιλεῖ γέγονεν ὡς μερική τις δυσβουλία καὶ συνέλευσις συνετάραξε τὸ ὑπήκοον, οὐχὶ συνθήκη κοινὴ καὶ συγκίνησις ἐξεπολέμωσε τοῦτον, καὶ θάρσους ἐνεπλήσθησαν, εἰς ἔρευναν εὐθὺς διανέστη καὶ τῶν τετολμημένων ἐκδίκησιν ὁ κρατῶν. καὶ ἐπεὶ λαθεῖν οὐκ ἐνῆν τοὺς τοσούτου κακοῦ πρωτεργάτας καὶ στασιαστὰς καὶ συνίστορας, ἤγοντο τούτων συχνοί, καὶ καθοσιώσεως εἰς βασιλέα φερομένης ἐκρίνοντο. καὶ οἱ μὲν εἱρκταῖς δημοσίαις, οἱ δὲ ἀμειδέσιν οἰκίσκοις ἐδίδοντο. ἄλλοι δὲ τούτων τὸν θάνατον ἐκκλῖναι σπουδάζοντες, ὑποσχέσεσιν ἐλευθερίας σαινόμενοι, προεδίδουν ἑτέρους. καὶ καθ' ἑκάστην συνελαμβάνοντο συχνοί, καὶ φόβος εἶχε τοὺς πλείστους ἵνα μὴ συλληφθῶσι κατηγορούμενοι. τέως δὲ μαστιγώσας τούτων τινὰς ὁ κρατῶν, καὶ εἰς φῶς τοὺς ἐπιβούλους προαγαγὼν οὐδὲ πρὶν ἀγνοουμένους διὰ τὸ ἐκραγῆναι τὸ μελετώμενον, φυγῇ τούτους καὶ δημεύσει προσεζημίωσε, μηδένα δι' αἵματος τιμωρήσασθαι ἀνασχόμενος, ἀλλ' εὐψύχως τὴν παροινίαν καὶ μετριώτερον ἐνεγκών. πρὸ δὲ πάντων ὁ εἰρημένος ἔπαρχος, συνειδότος κατηγορηθεὶς καὶ κριθείς, ὑπερορίᾳ καὶ δημεύσει κατὰ τὴν αὐτὴν ἡμέραν τῆς ταραχῆς ὑπεβλήθη, εἰσιὼν μὲν εἰς τὰ βασίλεια ὥς τι τῶν δεόντων κατωρθωκὼς καὶ τὸ στασιάζον κατευνακώς, ἀφαιρεθεὶς δὲ τὴν ζώνην καὶ τὰ παράσημα καὶ κατάκριτος ἀπροσδοκήτως γενόμενος. 76 Ἐπόθησε δὲ τῶν ἄλλων ἁπάντων ὁ βασιλεὺς ἐπέκεινα τήν τε τῶν δημοσίων χρημάτων ἐπαύξησιν καὶ τῶν ἰδιωτικῶν δικῶν τὴν ἀκρόασιν, καὶ τούτοις τὴν μείζονα φροντίδα κατεκένου τῆς βασιλείας, τῶν ἄλλων ἧττον βασιλικῶν ἀντεχόμενος, στρατιωτικῶν φημὶ καὶ στρατηγικῶν πλεονεκτημάτων καὶ τῆς ἐντεῦθεν εὐδοξίας, τοῖς εἰρημένοις πολιτικοῖς εὐδοκιμεῖν προαιρούμενος. διὰ δὴ ταῦτα καὶ συκοφαντικαῖς ἐπηρείαις καὶ σοφιστικαῖς μεθόδοις καὶ δικανικῶν προβλημάτων ἐσμῷ καὶ σεκρετικῶν ζητημάτων ἐπιπλοκαῖς τὸ Ῥωμαϊκὸν ἐκλονεῖτο, καὶ κοινὴ μελέτη τοῖς ἅπασι τὸ κατορθῶσαι τὰ τοιαῦτα ἐγίνετο, ὡς καὶ αὐτοὺς στρατιώτας μεταβαλεῖν καὶ μεταμαθεῖν