πρότασιν ποιεῖσθαι τὸ πρόβλημα· οἷον «ἡ ψυχὴ ἄφθαρτος· τὸ ἄφθαρτον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος». οὐδὲν ἀποδέδεικται, ἀλλὰ τὸ ἐξ ἀρχῆς ᾔτηται· ταὐτὸν γὰρ τῷ ἀθανάτῳ τὸ ἄφθαρτον, καὶ πρότασις ἡ ὅτι «ἡ ψυχὴ ἄφθαρτος» ἡ αὐτὴ τῷ προβλήματι. Ἕτερος παραλογισμὸς παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέναι· γίνεται δὲ τοῦτο ἐν τοῖς δι' ἀδυνάτου συλλογισμοῖς, ὅταν καὶ δίχα τῆς ὑποθέσεως οὐδὲν ἧττον περαίνηται τὸ ἀδύνατον, οἷον εἰ βουλόμενοι δεῖξαι δι' ἀδυνάτου ὅτι τὸ λευκὸν οὐ παντὶ ζῴῳ, εἴπωμεν οὕτως· «εἰ γὰρ παντὶ ζῴῳ τὸ λευκόν, τὸ δὲ ζῷον παντὶ ἐμψύχῳ, τὸ δὲ ἔμψυχον παντὶ φυτῷ, τὸ ζῷον ἄρα παντὶ φυτῷ· ὅπερ ἄτοπον». ἀλλὰ τουτὶ τὸ ἄτοπον οὐ παρὰ τὴν ὑπόθεσιν συνέβη τὴν ὅτι «τὸ λευκὸν παντὶ ζῴῳ», ἀλλὰ παρ' ἐκείνην τὴν λέγουσαν ὅτι «τὸ ζῷον παντὶ ἐμψύχῳ». Ἕτερος παραλογισμὸς παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν· ὁ γὰρ τοῦτο ποιῶν κατασοφίζεται οὕτως· «ὁ δεῖνα Σωκράτην καὶ Πλάτωνα τύπτει· ὁ Σωκράτης καὶ ὁ Πλάτων ἄνθρωπός ἐστιν· ὁ δεῖνα ἄρα ἄνθρωπον ἀλλ' οὐκ ἀνθρώπους τύπτει». ἔψευσται κατ' ἀμφότερα, εἴτε τὸν καθ' ἕκαστα καὶ ἕνα τῷ ἀριθμῷ νοήσομεν ἄνθρωπον, εἴτε τὸν καθόλου· δύο γὰρ σημαίνει τὸ ἄνθρωπος, τὸν ἕνα τῷ ἀριθμῷ ἄνθρωπον καὶ τὸν ἐν εἴδει· ὧν ἐπ' οὐδενὸς ἀληθὲς τὸ συμπέρασμα. λέγεται δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν, ὅτι ἕκαστον τῶν ὑποκειμένων ἰδίας ἐρωτήσεως δεῖται. Ἔστι παραλογισμὸς καὶ ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν· λέγεται δὲ οὕτως ὅτι ὁ εἰδὼς τί ποτέ ἐστιν ἔλεγχος οὐ περιπεσεῖται τῷ τοιούτῳ σοφίσματι. ἔλεγχος δέ ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, ἵνα μὴ περὶ ἄλλου καὶ ἄλλου πειρώμεθα, οἷον μὴ ὀνόματος μόνον ἀλλὰ καὶ πράγματος. οὐ γὰρ μόνον τὸ ὄνομα ἓν εἶναι χρή, ἀλλὰ καὶ τὸ σημαινόμενον πρᾶγμα ἕν. τοῦτο δὲ εἴρηκε διὰ τὰς ὁμωνύμους φωνάς. καὶ ὀνόματος, φησί, μὴ συνωνύμου, οἷον «ζῷον περιπατεῖ, ζῷον οὐ περιπατεῖ»· ἐνδέχεται γὰρ τὶ μὲν ζῷον περιπατεῖν, τὶ δὲ μή. μὴ συναριθμουμένου δέ, φησί, τοῦ ἐν ἀρχῇ, τουτέστι μὴ λαμβανομένου τοῦ ζητήματος εἰς τὸν λόγον τῆς ἀποδείξεως, ὅπερ ἐστὶ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι περὶ οὗ εἰρήκαμεν. καὶ κατὰ τὸ αὐτό, φησί, καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. πρὸς μὲν τὸ αὐτό, οἷον ὅτι τὰ δύο διπλάσια καὶ οὐ διπλάσια· πρὸς ἄλλο γὰρ καὶ ἄλλο τοῦτο εἶναι λέγεται. κατὰ δὲ τὸ αὐτό, ἵνα μὴ κατ' ἄλλο <καὶ ἄλλο> μέρος λέγωμέν τι ὑπάρχειν. ὡσαύτως δέ, ἵνα μὴ τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ λέγωμεν. καὶ ἐν τῷ αὐτῷ δὲ χρόνῳ· τὸ γὰρ κατ' ἄλλον καὶ ἄλλον χρόνον φαῦλόν τε καὶ οὐ φαῦλον λέγειν τὸν αὐτὸν οὐκ ἀδύνατον. 15 Τοῦ Ψελλοῦ περὶ προτάσεων ὀφειλουσῶν ἀλλήλαις συναληθεύειν Ἐπὶ τῶν προτάσεων τῶν ὀφειλουσῶν ἀλλήλαις συναληθεύειν δύο ταῦτά σε παραφυλάττειν χρή, τὴν αὐτήν τε ποσότητα καὶ τὸν αὐτὸν ὑποκείμενον, ἐναλλάττειν δὲ δύο, τόν τε κατηγορούμενον καὶ τὴν ποιότητα. λέγω δὴ τὸν αὐτὸν ὑποκείμενον, ἵνα, εἰ μὲν ἐν τῇ καταφάσει ὡρισμένος ὑπάρχει, ὡρισμένος τεθῇ καὶ ἐν τῇ ἀποφάσει, εἰ δὲ ἐκεῖσε ἀόριστος, καὶ ἐνταῦθα ἀόριστος. ὡσαύτως καὶ ὁ κατηγορούμενος, εἰ μὲν ἐν τῇ καταφάσει ἁπλοῦς, ἐν ταύτῃ ἐκ μεταθέσεως, εἰ δὲ ἐν ἐκείνῃ ἐκ μεταθέσεως, ἐν ταύτῃ ἁπλοῦς. καὶ παράδειγμα· «πᾶς ἄνθρωπος ζῷόν ἐστιν, οὐδεὶς ἄνθρωπος οὐ ζῷόν ἐστιν». ἐτηρήθη μὲν τὸ αὐτὸ ποσὸν καὶ ὁ αὐτὸς ὑποκείμενος· ἀμφότεραι γὰρ αἱ προτάσεις καθόλου καὶ οἱ ὑποκείμενοι ὡρισμένοι· ἐνηλλάγη δὲ τό τε ποιὸν καὶ ὁ κατηγορούμενος· ἐκεῖ μὲν γὰρ κατάφασις καὶ ὧδε ἀπόφασις, κἀκεῖ μὲν ἁπλοῦς ὁ κατηγορούμενος, ἐνταῦθα δὲ ἐκ μεταθέσεως. 16 Τοῦ αὐτοῦ ἕτεραι ἐπιλύσεις φυσικῶν ἀπορημάτων πρὸς τοὺς ἰδίους μαθητὰς καὶ ἑτέρους ἐπερωτῶντας αʹ. Πότε ψυχοῦνται τὰ ἔμβρυα Ἠρώτησας πότε ψυχοῦνται τὰ ἔμβρυα· ἀντερωτῶ δέ σε κἀγώ, πότερον βούλει ἀποκριθῆναί σοι ὃ τῶν παρ' ἡμῖν φιλοσοφησάντων ἐδόξασαν ἔνιοι ἢ ἅπερ ᾠήθησαν Ἕλληνες. κοινὸν μὲν οὖν δόγμα περὶ τοῦ ζητήματος τούτου