τρέφεταί {ὅ} ἐστι διττόν· ἢ ὡς Ὕλῃ ἢ ὡς ὀργάνῳ. καὶ τὸ ὄργανον διττόν· ἢ κινοῦν καὶ κινούμενον, ὡς τὸ ἔμφυτον θερμὸν κινούμενον ἀπὸ τῆς θρεπτικῆς δυνάμεως καὶ κινοῦν ὀδόντας, γαστέρα, φλέβας ἃ μόνον κινεῖται καὶ οὐ κινεῖ, ἢ κινοῦν τὸ θερμόν, κινούμενον ἡ τροφή. Τὸ πάσχον ὑπὸ τοῦ ὁμοίου πάσχει ἢ ὑπὸ τοῦ ἐναντίου. πάσχει κυρίως ὑπὸ τοῦ δυνάμει μὲν ὁμοίου, ἐνεργείᾳ δὲ ἀνομοίου, ὡς ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν. Εἰ ἡ αἴσθησις ἀντιληπτικὴ τῶν αἰσθητῶν, εἰσὶ δὲ καὶ τὰ αἰσθητήρια αἰσθητά, πῶς οὐκ ἀντιλαμβάνεται καὶ τούτων; ἡ αἴσθησις δύναμίς ἐστι καὶ ἐνεργεῖ διά τινων, ἤγουν τῶν αἰσθητῶν ἔξωθεν φαινομένων. ὁ νοῦς ἔχει τὴν τῶν νοουμένων [γν]ῶσιν ἐντὸς καὶ βλέπει καθ' ἑαυτόν· ἡ δὲ αἴσθησις τῶν ἔξωθεν δέεται. αἰσθάνεται δὲ αἴσθησις εἰς τὸ καθ' ἑαυτὴν μᾶλλον τὰ παρὰ φύσιν, ὡς πυρετὸν καὶ οὐ φυσικὴν θερμότητα, καὶ ἰκτεριώντων ὁ ὀφθαλμὸς ἐν τῷ βλέπειν πάντα κίτρινα, ὃς δὴ ἐν τῷ ὁρᾶν δέεται ἔξωθεν καὶ ἀέρος, οὐχ ἁπλῶς ἀλλὰ φωτεινοῦ. ἔτι ἡ αἴσθησις οὐκ ἀντιλαμβάνεται τῶν αἰσθητηρίων, ὅτι οὐδὲν αὐτὸ ἀφ' ἑαυτοῦ πάσχει, ἀλλ' ὑφ' ἑτέρου ἀνομοίου. ἀντίληψίς ἐστι κρίσις τοῦ πάθους τοῦ ἐγγινο49 μένου τῷ αἰσθητηρίῳ. αἰσθάνεσθαί ἐστι κρίσις τοῦ πάθους τοῦ ἐγγινομένου τῷ αἰσθητικῷ ὑπὸ τῶν αἰσθητῶν. Καθολικωτέρα ἡ ἐνέργεια κινήσεως καὶ αὕτη τοῦ πάσχειν. ἐνέργειά ἐστιν ἡ καθόλου προσβολὴ ἀπὸ τῆς ἕξεως, κίνησις δὲ ἀτελὴς ἐνέργεια καὶ ἡ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν ὁδός. διττὴ καὶ ἡ ἐνέργεια ὡς ἡ διάθεσις, καὶ διττὸν τὸ δυνάμει, τό τε καθ' ἕξιν καὶ ἐπιτηδειότητα. Ἀλλοίωσίς ἐστιν ἐξ εἰδοπεποιημένου εἰς εἰδοπεποιημένον τοῦ αὐτοῦ ὑποκειμένου μένοντος. Ὅταν λέγωμεν γίνεσθαι τὰς αἰσθήσεις ὅπερ τὰ αἰσθητά, οὐχ οὕτω λέγομεν, ὅτι γίνεται ἡ ὅρασις λευκὴ ἢ μέλαινα, ἀλλ' ὅτι ἀντιλαμβάνεται τοῦ αἰσθητοῦ, ὡς καὶ ὁ κηρὸς δυνάμει δακτύλιος διὰ τὴν σφραγῖδα. Τριχῶς λέγεται τὰ αἰσθητά· τὰ μὲν καθ' αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, τῶν καθ' αὑτὰ τὰ μὲν κοινά, τὰ δὲ ἴδια ἑκάστης, ὡς ὄψει χρώματα, ἀκοῇ ψόφοι καὶ ταῖς λοιπαῖς ἴδια. κοινὰ δὲ αὐτῶν σχῆμα, κίνησις καὶ ὁ ἀριθμός· τὸν αὐτὸν γὰρ πέντε καὶ ἀκούομεν καὶ βλέπομεν καὶ ἁπτόμεθα. Ἀριστοτέλης ἐν τῇ Φυσικῇ λέγει μόνον ἀριθμεῖν τὸν νοῦν, ἐν δὲ τῷ Περὶ αἰσθήσεώς φησι καὶ τὴν αἴσθησιν. ὁ νοῦς τοῦ εἴδους ἐστὶν ἀντιληπτικός, ἡ δὲ αἴσθησις τοῦ τοσοῦδε. καὶ ἡ ὄψις καθ' αὑτὸ τοῦ χρώματος ἀντιλαμβάνεται, κατὰ συμβεβηκὸς δὲ καὶ οὐσίας, ἤγουν Σωκράτους, Πλάτωνος. τὰ τῇ ὄψει αἰσθητὰ χρώματα, τῇ ἀκοῇ ψόφοι, τῇ γεύσει χυμοί, ἁφῇ δὲ καὶ ὀσφρήσει οὐκ εἰσὶν ὀνομασίαι· τὰ γὰρ ἁπτὰ ἢ ὀσφραντὰ τῆς σχέσεως αὐτῶν εἰσιν ὀνομασίαι. οὐδὲ ἡ ἀτμὴ κυρίως τῆς ὀσφρήσεως, ἐπεὶ ἡ ἐξ ὕδατος οὐκ ὀσφραντή. τὰ δὲ τῇ ἁφῇ ὑποκείμενα πάντῃ ἀνώνυμα. αἱ μὲν ἄλλαι αἰσθήσεις ἔχουσιν ἀπάτην εἰς τὰ οἰκεῖα ὑποκείμενα, ἡ δὲ ἁφὴ πλείους μὲν ἔχει διαφοράς, ἀλλ' οὐκ ἀπατᾶται. ἰστέον ὡς ὑπὸ τῶν κατὰ φύσιν αἰσθητῶν καὶ οὐχ ὑπὸ τῶν κατὰ συμβεβηκὸς πάσχουσιν αἱ αἰσθήσεις. Εἰ ἡ αἴσθησις οὐκ αἰσθάνεταί τινων ὡς οὐσιῶν, πόθεν ὁ κύων γινώσκει τὸν δεσπότην καὶ ὁ ὄνος τὴν φάτνην; οὐχ ᾗ οὐσίαν, ἀλλ' ᾗ τοιάδε σχήματα φίλων. ∆ιαφανές ἐστι φύσις τις ἐν πλείοσιν ὑπάρχουσα διαπορθμευτικὴ τῶν χρωμάτων, ἥτις φωτὸς μὲν ἀπόντος δυνάμει ἐστὶν <δι>αφανής, ἐνεργείᾳ δὲ τούτου παρόντος. 50 Πυγολαμπίδες, λεπίδες, ἐχίνων ὄστρακα καὶ τοιαῦθ' ὅμοια ἐν φωτὶ οὐχ ὁρᾶται, ἀλλ' ἐν σκότει, ὅτι οὐ χρῶμά ἐστι τὸ ἐν τούτοις πυρῶδες· ἴδιον δὲ χρώματος τὸ ἐν φωτὶ ὁρᾶσθαι. Τὸ φῶς τελειωτικόν ἐστι τοῦ δυνάμει διαφανοῦς. ∆ιαφανὲς δὲ μετὰ τῶν ἄλλων, ἤγουν ἀέρος, ὕδατος, φεγγιτῶν, λίθων, κεράτων, ὑέλου, γύψου, καὶ τὸ χύμα τῶν σφαιρῶν δι' ὧν καὶ τὰ ἄστρα βλέπομεν. καὶ αὗται μὲν αἱ σφαῖραι διαφανεῖς, οὐκέτι δὲ καὶ τὰ ἄστρα. Ἰστέον ὅτι τὸ ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ διάστημα δύο