βίῳ δαιμόνια. Ἀλλὰ πάλιν πρὸς ὑμᾶς ἐπέστραμμαι τοὺς δικάζοντας καὶ αὖθις ἀπανερωτῶ· πότερον τετόλμηταί τι τούτῳ ἢ οὔ; πάντως ἐρεῖτε τὸ πρότερον. τί οὖν ἡ τόλμα; πότερον ὕβρις βραχύ τι τοὺς ὅρους ὑπερβαίνουσα; ἀλλὰ πληγή, ἀλλ' ἀφορισμὸς ἄδικος; ἀλλὰ τί ποτε τὸ πεπραγμένον ἐστίν; εἰ δὲ τὸ ὄνομα ἐπαισχύνεσθε, ἐρεῖτε τὴν πρᾶξιν. κατήνεγκε βασιλέα τοῦ θρόνου. δεδόσθω γὰρ καὶ συγκεχωρήσθω, ὡς σπενδόμενος ἦν τῷ μεγάλῳ ἡμῶν αὐτοκράτορι· τέως γοῦν κατὰ θατέρου λελύττηκε. τοῦτο οὖν αὐτῷ καθοσίωσις. εἶτα δὴ τοῖς μὲν ἠπείλησε, τοὺς δὲ τιμαῖς σεμνοτέρους ἀπέδειξε, τοῖς δὲ τὰς οἰκίας κατέστρεψε. τοῦτο δὴ τυραννὶς ἀποχρῶσα, κἂν αὐτοὶ λέγειν μὴ βούλησθε. εἰ δέ τις ἀρχιερεὺς καθοσιώσεως καὶ τυραννίδος ἁλοίη, τοῦτον ἐᾶν δεῖ καὶ τὰ θεῖα διὰ χειρὸς ἔχειν, ἀλλὰ μὴ εὐθὺς καθαιρεῖν; οὐδεὶς ἂν εἴποι τῶν εὐφρονούντων. εἰ δὲ μή, ἀνῃρήσθωσαν μὲν οἱ νόμοι, κανόνες δὲ διαβεβλήσθωσαν καὶ συγκεχύσθω τὰ πάντα καὶ μηδεμία τις ἔστω τῶν πάλαι διῃρημένων διαστολὴ καὶ διαίρεσις. ἐβουλόμην μὲν οὖν ἐπεξεργασίας τῷ λόγῳ παρασχεῖν πλείονας καὶ πολλοὺς μὲν κινῆσαι νόμους ἱερατικούς, πλείους δὲ καὶ πολιτικοὺς αὐτόθεν ἐγκειμένους καὶ μηδὲν ἀμφίβολον ἔχοντας. ἐπεὶ δ' οὐδὲν ἐγκεκαλυμμένον ἔχει τὸ ἔγκλημα καὶ ὁ ἀκούσας τοὔνομα οὐ διαμφισβητεῖ πρὸς τὴν τιμωρίαν, διὰ ταῦτα ἀπεριέργους τοὺς λόγους ἐποιησάμην, ἵν' ἀφ' ἑαυτῶν, ἀλλὰ μὴ τῶν ἔξωθεν περιπλεκομένων, τὸ ἰσχυρὸν ἔχωσι. Τὰ μὲν οὖν δύο ταῦτα ἐγκλήματα, περὶ ὧν εἰρήκαμεν φθάσαντες, καθ' ἑαυτὸ ἕκαστον ἀπ' ἀλλήλων διῄρηνται· καὶ οὔτε τις τὸ μὲν ὡς γένος προτάξειε, τὸ δὲ ὡς εἶδος ὑποβιβάσειεν οὔτε θάτερον θατέρου ποιήσαιτο αἴτιον. οὗ δὲ νῦν τὸν ἀρχιερέα γραφόμεθα οὐ πάνυ τι τοῦ δευτέρου ἀλλοτριώσειε. φόνου γὰρ αὐτῷ αἰτίαν ἐπάγομεν, μᾶλλον δὲ φόνων πολλῶν, εἰ καὶ μὴ ταῖς χερσὶν ἀνεῖλεν αὐτὸς μηδὲ τὴν τομὴν τοῦ ξίφους ἐπὶ τὴν σφαγὴν ἔβαψε μηδὲ τῷ δόρατι τὰ στέρνα διαντετόρησεν. οὐ γὰρ τοῦτο μόνον φονεύς, ἀλλὰ κἂν εἴ τις ἐβούλευσε, κἂν προὔτρεψε, κἂν φονικὴν ἔσχε διάθεσιν. καὶ οὐκ ἐγὼ ταῦτα λέγω διοριζόμενος οὐδὲ πρώτως τὸ πρᾶγμα νομοθετῶ οὐδὲ καινῶν νόμων ποιοῦμαι συνεισφοράν, ἀλλὰ τοῖς οὖσι χρῶμαι καὶ πρὸς ἐκείνους τὴν γλῶτταν κινῶ. καὶ ἵνα μὴ τοὺς πάντας διαριθμῶμαι, ἔστι τις νόμος οὕτω διοριζόμενος· "ἐν τοῖς ἐγκλήμασιν οὐ τὸ γεγονός, ἀλλ' ἡ διάθεσις σκοπεῖται." καὶ αὖθις ἕτερος οὕτω φθεγγόμενος· "οὐδὲν διαφέρει τὸ φονεῦσαι καὶ τὸ παρασχεῖν αἰτίαν φόνου." καὶ αὖθις ἄλλος· "ὁ ἐντειλάμενος φονεῦσαι φονεὺς κρίνεται." σκοπεῖτε τοίνυν, εἰ κατὰ πάντας τούτους τῷ φονικῷ ὁ δεσπότης ὑποπεσεῖται ἐγκλήματι. καί μου μικρὸν ἀνάσχεσθε προκαθιστάντος τὸν λόγον καὶ εἰς ἀρχὴν ἀναφέροντος. εἰ μὲν οὖν, ὡς ἔφθη τυραννήσας, οὐδέν τι πλέον περιειργάσατο, ἀλλ' ἐπιείκειαν μᾶλλον ὑποκρινόμενος μέχρι τινὸς τοὺς τυραννουμένους ἠπάτησε δώροις ἀγάλλων καὶ σεμνύνων τιμαῖς καὶ εὐνοίας ὑπαγόμενος πλάσματι, τάχα τοῦ μὲν ἥλω, τὸ δὲ ἐκπέφευγε, καὶ ἦν ἂν τύραννος μέν, φονεὺς δ' οὔ. ἐπεὶ δ' ἄλλως οὐκ ᾤετο δεῖν τετυχηκέναι τοῦ ἀξιώματος καὶ πάντας ὑπαγαγεῖν, εἰ μὴ τοὺς μὲν ἀνέλοι, τοῖς δὲ φόβον ἐπισείσοι κινδύνων, τῶν δὲ τὰς οἰκίας διασπαράξειε καὶ ἄλλους ἄλλοις περιβάλοι κακοῖς. διὰ ταῦτα πάσαις μὲν αἰτίαις, πᾶσι δὲ ἥλω ἐγκλήμασι· καὶ οὐδεὶς ἂν αὐτὸν ἐξαιρήσηται φόνου, εἰ καὶ πάνυ πρὸς τὰς ἀντιλογίας γεγύμνασται. εἰ μὲν οὖν <οὔ τις> τῶν τετυραννευμένων πεφόνευται οὐδέ τις ὅλως φόνος τετόλμηται, ἔστω καὶ ὁ ἀρχιερεὺς ἐξῃρημένος τοῦ ἀτοπήματος. εἰ δὲ πολλοὶ τῶν δυοῖν ἐκείνων πεπτώκασιν ἡμερῶν-εἰ μὴ γὰρ ἐκολοβώθησαν αἱ ἡμέραι αἱ ἐκεῖναι, οὐκ ἂν ἔζησε πᾶσα σὰρξ καὶ ἐρρύησαν ὀχετοὶ αἵματος διὰ πάσης τῆς πόλεως. ζητῶ, τίνες οἱ ταῦτα τετολμηκότες; συρφετώδης ὄχλος, ἐρεῖτε, καὶ φονικός. ἀλλ' αὖθις ἐρήσομαι, πότερον ἐπ' αὐτὸ τοῦτο πρῶτον, τὸ φονεύειν, ὡρμήκασιν ἢ ἄλλο τι δρᾶσαι βουλόμενοι,