Ἰωάννης εἶπεν τὸ «Πᾶς ὁ ἁμαρτάνων οὐχ «ἑώρακεν αὐτόν» <δηλῶν> διὰ τοῦ «Ἑώρακεν αὐτὸν» ὡς ἀεὶ δυνα μένων εἶναι τῶν ὁρώντων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἐκ τοῦ ἑωρακέναι αὐτὸν μεταλαμβανόντων δυνάμεως πρὸς τὸ μηδαμῶς ἁμαρτάνειν. 20.14.111 ἔτι φήσεις ὅτι τὸ «Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν» ὁτὲ μὲν λέγοιτ' ἂν πρὸς τοὺς υἱοὺς τοῦ διαβόλου, ὁτὲ δὲ πρὸς τοὺς υἱοὺς τοῦ θεοῦ. οἱ μὲν γὰρ ἁμαρτάνοντες ποιοῦσι τὰ ἔργα τοῦ πατρὸς αὐτῶν διαβόλου, οἱ δὲ κατορθοῦντες ποιοῦσι τὰ ἔργα τοῦ 20.14.112 πατρὸς αὐτῶν θεοῦ. εἰκὸς δὲ ἐκ τούτων τινὰ κινηθήσεσθαι μὴ ἄρα δύνηται ὁ αὐτός, τῷ ποιεῖν ἀγαθὰ καὶ πονηρὰ ἔργα ἀνὰ μέρος, διὰ μὲν τὰ ἀγαθὰ τέκνον εἶναι θεοῦ, διὰ δὲ τὰ ἐναντία τέκνον τοῦ δια βόλου. ἀλλὰ τοῦτο πρὸς τῷ ἀλογώτατον εἶναι οὐ δηλοῦται ἀπὸ 20.14.113 τῶν ῥητῶν. ἀποφαίνεται γὰρ ὁ Ἰωάννης ὅτι «Πᾶς ὁ γεγεννημένος «ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, 20.14.114 «καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται». πᾶς τοίνυν ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ· οὐ μὴν γέ γραπται ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ 20.14.115 ποιεῖ, ἀλλ' «ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν». πάλιν οὐχὶ ὥσπερ εἴρηται· «Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου «ἐστίν», οὕτως ἀναγέγραπται· «ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ «θεοῦ ἐστιν». καὶ πρόσχες ταῖς διαφοραῖς τῶν προτάσεων, τίνα τρόπον μετὰ πάσης ἀκριβείας τῷ Ἰωάννῃ εἴρηνται, ὥστ' ἂν θαυ μάσαι τινὰ πῶς ἀλήπτως καί, ὡς ἂν εἴποιέν τινες, διαλεκτικῶς ἐξήνεγκεν αὐτάς, μὴ τὰ ὅμοια προενεγκάμενος περὶ τῶν ἐκ τοῦ διαβόλου καὶ τῶν ἐκ τοῦ θεοῦ· ὁμοίως δ' ἂν ἐξήνεγκεν εἰ πεποιήκει, ὥσπερ τὸ «Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν», οὕτως «ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐστιν» ἢ ὥσπερ ἀνέγραψεν ὅτι «Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ» πεποιήκει τὸ «πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ». 20.15.116 Μήποτε δὲ καὶ τῷ «Ἐστίν», εἰρημένῳ ἐπὶ τοῦ ἐκ τοῦ δια βόλου, μὴ χρησάμενος ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, ἢ τῷ «Γεγεννημένος», ἀναγεγραμμένῳ ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, μὴ συγχρησάμενος ἐπὶ τῶν 20.15.117 ἐκ τοῦ διαβόλου, πάνυ σοφώτατα ἐξέδωκεν. ἐπῆρεν γὰρ τὸν ἐκ τοῦ θεοῦ, τὸ «Γεγεννημένον» τάξας ἐπ' αὐτοῦ· ὅπερ εἰ καὶ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου εἴρητο, χεῖρον ἄν τι ἐνέφαινεν παρὰ τὸ «Ἐκ τοῦ 20.15.118 «διαβόλου ἐστίν». ἀλλὰ καὶ εἴπερ, ὡς ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου ἔταξεν τὸ «Ἐστίν», πεποιήκει ἐπὶ τοῦ ἐκ τοῦ θεοῦ, ἔλαττον ἂν περὶ τὸν ἐκ τοῦ θεοῦ παρίστη, πολλῷ κρείττονος τυγχάνοντος τοῦ γεγεννῆσθαι ἐκ τοῦ θεοῦ παρὰ τὸ εἶναι ἐκ τοῦ θεοῦ. φήσει δέ τις ὅτι τινὰ τῶν κτισμάτων ἐστὶν μὲν ἐκ τοῦ θεοῦ, οὐ μὴν γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πάντως ταῦτα ἐλάττονα ἔχει τάξιν ἐν τῷ παντὶ 20.15.119 τῶν γεγεννῆσθαι λεγομένων ἐκ τοῦ θεοῦ. καὶ γενόμενός γε κατὰ τὴν διαφορὰν τοῦ τε "7Ἐστὶν ἐκ τοῦ διαβόλου"7 καὶ <τοῦ> "7Γεγέννηται ἐκ τοῦ θεοῦ"7, ζητήσεις μήποτ' ἐστίν τις ὁ καὶ γεγεννημένος ἐκ τοῦ διαβόλου, ὅστις πάντως καὶ ἔστιν ἐκ τοῦ διαβόλου, οὐ παντὸς τοῦ ὄντος ἐκ τοῦ διαβόλου γεγεννημένου· καὶ πάλιν ἔστιν τις ἐκ τοῦ θεοῦ οὐ πάντως καὶ γεγεννημένος ἐκ τοῦ θεοῦ, οὐκέτι δὴ παντὸς 20.15.120 τοῦ ὄντος ἐκ τοῦ θεοῦ γεγεννημένου ἐκ τοῦ θεοῦ. χαρακτηρίζεται μέντοι ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ τῷ ἁμαρτίαν μὴ ποιεῖν, διὰ τὸ σπέρμα τοῦ θεοῦ ἐν αὐτῷ μένειν, καὶ ἀπὸ τῆς ἐκείνου δυνάμεως ἐνυπαρχούσης αὐτῷ ἐγγινομένου τοῦ μηκέτι δύνασθαι ἁμαρτάνειν. 20.15.121 καὶ ἐν τοῖς τελευταίοις δὲ λέγεται τῆς ἐπιστολῆς· «Ὅτι πᾶς ὁ γε «γεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλὰ ὁ γεγεννημένος ἐκ 20.15.122 «τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ». εἰ δὲ ὁ γεννηθεὶς «ἐκ τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται «αὐτοῦ», ὁ μὴ τηρῶν ἑαυτόν, ἵν' ὁ πονηρὸς αὐτοῦ μὴ ἅπτηται, οὐ γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πᾶς οὗ ἅπτεται ὁ πονηρός, οὗτος οὐ γεγέννηται ἐκ τοῦ θεοῦ· ἅπτεται δὲ ὁ πονηρὸς τῶν μὴ τηρούντων 20.15.123 ἑαυτούς. ἐπεὶ δὲ τοῖς περὶ τοῦ Ἀβραὰμ οὐδενὸς γενομένου μεταξὺ διαλείμματος