μετὰ τὸν πατέρα εἰρημένον αὐτοῦ καὶ τὸ μετὰ τὴν μητέρα δεύτερον εἰρημένον αὐτοῦ, ἀλλὰ καὶ τὸ προκολληθήεται πρὸ τὴν γυναῖκα αὐτοῦ. 31 Eph. vi1-3 τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ, τοῦτο γάρ ἐστι δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. [Ὠριγένης φησίν] ἀμφίβολόν ἐστι τὸ ῥητόν· ἤτοι γὰρ τοῖς ἐν Κυρίῳ γονεῦσιν χρὴ ὑπακούειν τὰ τέκνα, ἢ ἐν Κυρίῳ δεῖ ὑπακούειν τὰ τέκνα τοῖς γονεῦσιν. καὶ οὐδετέραν γε τῶν ἐκδοχῶν ἀποδοκιμαστέον· τοῖς τε γὰρ ἐν Κυρίῳ γονεῦσιν, ὁποῖος ὁ Παῦλος ἦν Κορινθίων, ὑπακουστέον, καὶ τοῖς κατὰ σάρκα γονεῦσιν ὑπακουστέον, ἀλλὰ ἐν Κυρίῳ, προστάττουσιν οὐκ ἐναντία τῷ τοῦ Κυρίου βουλήματι. δίκαιον δὲ τὸ ὑπακούειν καθ' ἑκάτερον. ἅμα δὲ καὶ σημειώσῃ πρὸς ἑτεροδόξους διαχωρίζοντας δίκαιον Θεὸν ἀπὸ ἀγαθοῦ, ὅτι τοῖς μαθηταῖς τοῦ ὥς φασιν ἀγαθοῦ προστάσσει τὸ (ὡς ἂν ἐκεῖνοι λέγοιεν) πρόσταγμα τοῦ ἑτέρου Θεοῦ· εἴγε ὁ ἕτερος δίκαιός ἐστιν, καὶ φησὶν ὁ Παῦλος δίκαιον εἶναι τὸ τὰ τέκνα ὑπακούειν τοῖς γονεῦσιν ἐν Κυρίῳ ἢ ἐν Κυρίῳ ὑπακούειν τοῖς γονεῦσιν. τὸ δὲ ῥητὸν εἴληπται ἀπὸ τῆς Ἐξόδου, οὕτως ἔχον τίμα τὸν πατέρα ου καὶ τὴν μητέρα ου ἵνα εὖ οι γένηται καὶ ἵνα μακροχρόνιο γένῃ ἐπὶ τῆ γῆ ἧ Κύριο ὁ Θεό ου δίδωί οι. καὶ ἐνθάδε δὲ ἐκτιθέμενος ὁ ἀπόστολος τὴν λέξιν παρα λέλοιπεν τὸ (μετὰ τὴν μητέρα) ου, καὶ πεποίηκεν ἀντὶ τοῦ καὶ ἵνα μακροχρόνιο γένῃ καὶ ἔσῃ μακροχρόνιος, παραλέλοιπέν τε μετὰ τὸ ἐπὶ τῆς γῆς τὸ ἧ Κύριο ὁ Θεό ου δίδωί οι. ἔστι δὲ ἡ ἐντολὴ πέμπτη τῆς ∆εκαλόγου· διὸ ζητητέον πῶς δεῖ ἐκλαβεῖν τὸ ἥτις ἐστὶν ἐντολὴ πρώτη, πρώτης εἰρημένης ἐντολῆς τὸ οὐκ ἔονταί οι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. τινὲς μὲν οὖν οὕτως ἀνέγνωσαν ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ὡς τῶν πρὸ αὐτῆς ἐντολῶν οὐ περιεχουσῶν ἐπαγγελίαν· ἐπὶ γὰρ ταύτης οἴονται πρώτην ἐπαγγελίαν κεῖσθαι τὴν ἵνα εὖ οι γένηται καὶ ἵνα μακρο χρόνιο γένῃ ἐπὶ τῆ γῆ ἧ Κύριο ὁ Θεό ου δίδωί οι. ἐοίκασιν δὲ οὗτοι μὴ τετηρηκέναι ἐπαγγελίαν κειμένην καὶ ἐπὶ τῆς δευτέρας ἐντολῆς, οὐ ποιήει γάρ, φησί, εαυτῷ εἴδωλον οὐδὲ παντὸ ὁμοίωμα, ὅα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅα ἐν τῇ γῇ κάτω καὶ ὅα ἐν τοῖ ὕδαιν ὑποκάτω τῆ γῆ· οὐ προκυνήει αὐτοῖ οὐδ' οὐ μὴ λατρεύῃ αὐτοῖ. ἐγὼ γάρ εἰμι Κύριο ὁ Θεό ου, Θεὸ ζηλωτή, ἀποδιδοὺ ἁμαρτία πατέρων ἐπὶ τέκνα ἕω τρίτη καὶ τετάρτη γενεᾶ τοῖ μιοῦί με, καὶ ποιῶν ἔλεο εἰ χιλιάδα τοῖ ἀγαπῶί με καὶ τοῖ φυλάουι τὰ προτάγματά μου· παρατήρει γὰρ ὅτι ἐπαγγελία ἐστὶ τὸ ποιῶν ἔλεο εἰ χιλιάδα τοῖ ἀγαπῶί με καὶ τοῖ φυλάουι τὰ προτάγματά μου. μήποτ' οὖν, ἐπεὶ ἡ ∆εκάλογος πρώτη τῷ λαῷ νομοθεσία μετὰ τὸ ἐξελθεῖν τὴν Αἴγυπτον εἴρηται, ἑκάστη τῶν δέκα ἐντολῶν πρώτη ἐστὶν ἐν πρώτοις τῶν ἑξῆς εἰρημένη. ὁ μέντοιγε θέλων ἐπιμένειν τῇ ἀποδόσει τοῦ ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ ἐρεῖ ὅτι ἰδία μέν ἐστι τῆς τίμα τὸν πατέρα ου καὶ τὴν μητέρα ου ἐντολῆς ἡ ἐπαγγελία ἡ ἵνα μακροχρόνιο γένῃ ἐπὶ τῆ γῆ ἧ Κύριο ὁ Θεό ου δίδωί οι, οὐκ ἰδία δὲ τῆς οὐ ποιήει εαυτῷ εἴδωλον οὐδὲ παντὸ ὁμοίωμα ἡ ποιῶν ἔλεο εἰ χιλιάδα τοῖ ἀγαπῶί με καὶ τοῖ φυλάουι τὰ προτάγματά μου. πάλιν δὲ αὖ καὶ πρὸς τοῦτο ἐνστήσεται ὁ τὴν ∆εκάλογον ὅλην περιέχειν πρώτας ἐντολὰς διηγούμενος· ἐρεῖ γὰρ τὸ μακροχρόνιον γενέσθαι ἐπὶ τῆ γῆ ἧ Κύριο ὁ Θεὸ δίδωι τοῖς ἁγίοις οὐ διὰ μόνην δίδοσθαι τὴν τίμα τὸν πατέρα ου καὶ τὴν μητέρα ου ἐντολὴν ἀλλὰ καὶ δι' ἄλλας μυρίας· δεήσει τε τὸν τοιοῦτον συναγαγεῖν ἐντολὰς αἷς ἐπιφέρεται τὸ ἵνα μακροχρόνιο γένῃ ἐπὶ τῆ γῆ, ἧ Κύριο ὁ Θεό ου δίδωί οι. μετὰ ταῦτα ζητητέον περὶ τῆς χαριζομένης ἐπαγγελίας τὸ μακροχρόνιον ἐπὶ τῆ γῆ ἧ Κύριο ὁ Θεὸ δίδωι τοῖς ἁγίοις. καὶ οὐκ ἀγνοητέον γε ὅτι κατὰ τὸ ῥητὸν ἡγοῦνται τοῦτο γίνεσθαι οἱ Ἰουδαῖοι· ἀλλ' ὁρῶμεν οὐ πάντως τοῦτο ἀληθές, φησὶ δὲ καὶ ὁ προφήτης οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη. ζητητέον οὖν τὴν ἀγαθὴν γῆν ἣν Κύριο ὁ Θεὸ ἐν ἐπαγγελίᾳ δίδωι τῷ καταλιπόντι τὴν πνευματικὴν Αἴγυπτον καὶ μετὰ πάσης