προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
αἰσθητοῦ· οὐκέτι δὲ δυνατὸν περὶ τοῦ σωματικοῦ πο τοῦ ἀκούειν ὅτε «Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν «δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτη «σας αὐτὸν καὶ ἔδωκέ σοι ὕδωρ ζῶν». καὶ τὰ παραπλήσια· «Πολλὰ «ἔργα ἔδειξα ὑμῖν· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;» εἴ τις ἐπαν ελθὼν συναγάγοι ἀπὸ τῆς ἀρχῆς τοῦ εὐαγγελίου τὰ ἔργα Ἰησοῦ, ἀναγαγὼν αὐτὰ ἐπὶ τὰς πνευματικὰς ἐργασίας, οὗτος μάλιστα ὄψεται ποῖα πολλὰ ἔργα ἔδειξε τοῖς βαστάσασι λίθους, ἵνα λιθάσωσι τὸν Ἰησοῦν· οἷον ἓν τῶν καλῶν ἔργων ἦν τὸ ἐν Κανᾷ σημεῖον, ὅτε ὑστέρησεν ὁ πρότερος οἶνος διὰ τὸ «Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου, τὸ καλοῦ οἴνου εὐπορηκέναι ἡμᾶς, οἷς συνανάκειται Ἰησοῦς. καὶ αὕτη γε ἀρχὴ τῶν σημείων ἐστὶν αὐτοῦ ἐν τῇ κλήσει τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ· ἐπεὶ καὶ γέγραπται· «Ταύτην τὴν ἀρχὴν τῶν ση «μείων ἐποίησεν ὁ Ἰησοῦς». τὸ δὲ ἑξῆς τούτῳ <τὸ> τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, οἶκον ἐμπορίου γενόμενον, ἀποκαταστῆσαι εἰς τὸ πάλιν γε νέσθαι οἶκον τοῦ πατρὸς αὐτοῦ. καὶ τί με δεῖ λέγειν ὅσα πεποίηκεν ἔργα καλὰ ἐκ τοῦ πατρὸς αὐτοῦ; 75 Ἵνα μὴ ἐκφανῆ σφόδρα τὴν θεότητα καταστήσῃ, συνὼν ἐπὶ πλέον τοῖς κατέχειν ἐπειγομένοις καὶ μὴ κατεχόμενος, καὶ τῆς ἀνθρωπίνης τάξεως παραχαράξει τὸν ῥυθμόν. πρόσχες δὲ εἰ δύναταί τινα λόγον ἔχειν τὸ μὴ ἁπλῶς γεγράφθαι τὸ «Ἀπῆλθεν εἰς τὸν Ἰορδάνην», ἀλλ' ἐπέκεινα καὶ «πέραν» αὐτοῦ. ὥσπερ καὶ οἱ διὰ Μωσέως κληροδοτού μενοι τὴν γῆν, ἥττους ὄντες τῶν διὰ τοῦ Ἰησοῦ κληροδοτουμένων, ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐκληρώθησαν· ἔνθα βωμὸν μέν, σύμβο λον τοῦ ἐν τῇ ἁγίᾳ γῇ θυσιαστηρίου, κατεσκεύασαν, θυσίαν δὲ ἢ ὁλοκαυτώματα ἐπ' αὐτοῦ οὐκ ἀνέφερον. ἀλλ' ἤδη τροπικώτερον ἀκούομεν τοῦ· «Ἀπῆλθεν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν «ὁ Ἰωάννης τὸ πρότερον βαπτίζων». καὶ ὁ τοῦ Ναυῆ μέντοιγε Ἰησοῦς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου μετὰ τεραστίων δυνάμεων διαβιβάζει τὸν λαόν. ἀλλὰ καὶ Ἡλίας μέλλων ἀναλαμβάνεσθαι ὡς εἰς τὸν οὐρα νὸν ἅρματι πυρὸς καὶ ἵπποις πυρὸς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου τῇ μηλωτῇ διασχίσας τὸ ῥεῦμα τοῦ ποταμοῦ διέρχεται. 76 Ἐζήτουν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χει ρὸς αὐτῶν . Κατὰ δὲ ἀναγωγὴν εἰσί τινες βουλόμενοι θηρεῦσαι τὸν κατὰ Χριστιανισμὸν λόγον ἐπὶ τὸ ἀνατρέψαι καὶ ἀνελεῖν αὐτόν· οὗτοι νῦν λέγοιντ' ἂν ζητοῦντες πιάσαι τὸν Ἰησοῦν. ἀλλ' ἐπεὶ «Εἰς «κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία» καὶ «∆οκιμαζομένη ἡ ἐν τῷ λόγῳ δύναμις ἐλέγχει τοὺς ἄφρονας», διὰ τοῦτο ἐξέρχεται, ὅτε δοκεῖ τοῖς κρατοῦσιν εἶναι ἐν τῇ χειρὶ αὐτῶν ὁ τῆς ἀληθείας λόγος, καὶ ἔξω γίνεται τῆς χειρὸς αὐτῶν, οὐ δυναμένων αὐτὸν κατασχεῖν. διόπερ ὅτε καὶ δοκοῦσιν ἀνατρέπειν οὐ τὸ ἀληθὲς ἀνατρέπουσιν, οὐ γὰρ συνίασιν αὐτοί. ἐξελθὼν δὲ ἐκ τῆς χειρὸς αὐτῶν ἔρχεται παρὰ τῷ ποταμῷ Ἰορδάνῃ, ὃς ἑρμηνεύεται «κατάβασις», ἔνθα οἱ οὐρανοὶ ἀνοιγόμενοι μαρτυροῦσι τῷ λόγῳ ὅτι «Οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, «εἰς ὃν εὐδόκησεν ὁ πατήρ». κἂν πέραν δέ τις τυγχάνῃ τοῦ ποταμοῦ, ἀλλ' ἐγγίσας αὐτῷ εὑρήσει τὸν Ἰησοῦν τὸ βέλτιον Ἰωάννου βαπτίζοντα. Ἰωάννης μὲν γὰρ τὸ αἰσθητὸν πρῶτον ἐβάπτισεν βάπτισμα, Ἰησοῦς δὲ τὸ νοητόν, εἴ γε ἐν πνεύματι ἁγίῳ ἐβάπτιζεν καὶ πυρί, μᾶλλον τοῦ ὀφθέντος ἐπὶ τῆς βάτου πυρὸς μὴ κατακαίοντι. πρόσχες δὲ ἐπιμελῶς τῷ «Ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων» ἀναμφιβόλως εἰρημένῳ καὶ ἀμφότερα ἰδὼν τὰ σημαινόμενα ἀπὸ τῆς λέξεως κρῖνον ὁπότερον χρὴ αὐτῶν παραδέξασθαι· πρῶτον ἐβάπτιζεν Ἰωάννης πέραν τοῦ Ἰορδάνου· δεύτερον δὲ ἐν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ. ἀπῆλθεν οὖν ὁ Ἰησοῦς πέραν τοῦ Ἰορδάνου ἔνθα πρότερον ἐβάπτισεν Ἰωάννης τοῦ βαπτίσματος οὗ ἐβάπτιζεν ἐν Αἰνών· ἢ καὶ οὕτως· τὸ μὲν πρῶτον βάπτισμα Ἰωάννης ἐβάπτισε πέραν τοῦ Ἰορδάνου, τὸ δὲ δεύτερον Ἰησοῦς ὁ χριστὸς ἐβάπτισεν ὅπου τὸ πρῶτον βάπτισμα δοὺς Ἰωάννης ἐβάπτισε. δοκεῖ δέ μοι τὸ δεύτερον ἔχειν λόγον μᾶλλον παρὰ τὸ πρότερον. εἴποι δ' ἄν τις καὶ περὶ τῆς προτέρας τοιαῦτα· τὸ πρῶτον βάπτισμα πέραν τοῦ Ἰορδάνου δίδωσιν Ἰωάννης, ὃ ἑρμηνεύεται «κατάβασις», τὸ δὲ δεύτερον ἐν