ἐν ἀπιτίᾳ ταραχῆ ἐκτό. ἐκ τοῦ κʹ τόμου τῶν εἰ τὸν Ἰεζεχιήλ. "Τάδε λέγει κύριο κύριο· ἰδοὺ ἐγὼ ἀνακρινῶ ἀνὰ μέον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεθε, καὶ τὰ κατάλοιπα τῆ νομῆ ὑμῶν κατεπατεῖτε τοῖ ποὶν ὑμῶν; καὶ τὸ καθετηκὸ ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖ ποὶν ὑμῶν ἐταράετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγ μένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον." Μετὰ τὸ παρατῆαι περὶ προβάτων κριῶν, καὶ περὶ προβάτων αἰγῶν, καὶ ὅτι ύνηθε τῇ γραφῇ τὸ πρόβατον καὶ ἐπὶ τοῦ γένου τῶν αἰγῶν ἔθ' ὅτε τά ειν, ἐπιφέρει· Τί οὖν ἐστὶν ὃ καὶ ἐν τούτοις αἰνίσσεται, φέρε κατὰ δύναμιν ἐξετάσωμεν. πᾶσα μὲν, οἶμαι, καλὴ νομὴ καὶ πᾶν τὸ καθεστηκὸς ὕδωρ τὰ ὅλα λόγιά ἐστι τῶν ἱερῶν γραμ μάτων. εἶτ' ἐπείτινές τινα μὲν τῶν γεγραμμένων ἐγκρίνουσιν ὡς ὠφέλιμα, τινὰ δὲ ἀποδοκιμάζουσιν ὡς οὐ σωτήρια, οὗτοι ἂν εἶεν οἱ μετὰ τὸ νενεμῆσθαι τὴν καλὴν ὧν ἐξελέξαντο νο μὴν, καὶ πεπωκέναι τὸ καθεστηκὸς οὗ ἔκριναν εἶναι βελτίονος ὕδατος, τὸ λοιπὸν τῆς νομῆς καταπατοῦντες, καὶ τὸ λοιπὸν ὕδωρ τοῖς ποσὶν ἑαυτῶν ταράσσοντες. τοιοῦτοι δή εἰσιν οἵ τε τὴν μὲν καινὴν ἐγκρίνοντες, τὴν δὲ παλαιὰν ἀποδοκιμά ζοντες διαθήκην· καὶ οἱ τῶν παλαιῶν γραμμάτων τὰ μὲν ἀπὸ θειοτέρας λέγοντες εἶναι δυνάμεως καὶ τῆς ἀνωτάτω, τὰ δὲ ἀπὸ ὑποδεεστέρας. πρόβατα δὲ ἴδια ἀναγορεύει ὁ ποιμὴν τοὺς μὴ ὑπερηφανοῦντας τὰ πατήματα τῶν ποδῶν ἐκείνων, καὶ μὴ ἐξουθενοῦντας τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν τῶν ψεκτῶν προβάτων, καὶ τάχα προβάτων τράγων καὶ ἐρίφων· οὐ γὰρ ἠθέλησαν εἶναι πρόβατα κριῶν ἄξια τῶν δεξιῶν. 11.2 Ἡμεῖς οὖν, οἱ εὐχόμενοι εἶναι πρόβατα τοῦ ποι μένος, μηδέποτε φεύγωμεν νεμηθῆναι καὶ τὰ αὐτόθεν ὅσον ἐπὶ τῷ ῥητῷ ἀπεμφαίνοντα τῶν γραφῶν, καὶ διὰ τὴν ἀπέμ φασιν τῆς λέξεως πατούμενα ὑπὸ τῶν μὴ δυναμένων μηδὲ θελόντων χρῆσθαι πάσῃ τῇ νομῇ. ἀλλὰ κἂν ᾖ τι ὕδωρ ὑπὸ τῶν ποδῶν ἐκείνων τεταραγμένον, ἀναμιξάντων τῷ καθαρῷ λόγῳ τῆς γραφῆς δυσφήμους ἐπαπορήσεις, μὴ ἀποτρεπώ μεθα, δι' ἣν πεποιήκασι τῷ λόγῳ ταραχὴν, πίνειν καὶ τὸ ὑπὸ τῶν ποδῶν αὐτῶν τεταραγμένον. καὶ τήρει γε ἐπιμελῶς, ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας τὴν νομὴν λέγεται ὡς περὶ κρειττόνων· Καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταρα γμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. ἀλλὰ καὶ μηδεπώποτε νομὴν προφητικὴν ἡμεῖς πατήσωμεν, μηδὲ ὕδωρ νομικὸν ταράξωμεν· ἁμαρτανόντων δέ τινων καὶ περὶ τὴν εὐαγγελικὴν νομὴν καὶ τὸ ἀποστολικὸν ὕδωρ, ὥστε τῶν εὐαγγελικῶν τινὰ μὲν πατεῖν τινὰ δὲ ὡς καλὴν νέμεσθαι νομὴν, καὶ τῶν ἀποστολικῶν ἢ πάντα ἀποκρίνειν, ἤ τινα μὲν ἐγκρίνειν τινὰ δὲ ἀποκρίνειν· ἡμεῖς καὶ τὰ ὅλα εὐαγ γέλια νεμηθῶμεν καὶ μηδὲν αὐτῶν πατήσωμεν, καὶ πάντα τὰ ἀποστολικὰ πίνοντες, τὸ ὅσον ἐφ' ἡμῖν καθεστηκὸς ὕδωρ, αὐτὰ τηρήσωμεν, καὶ μηδὲν τῶν ἐν αὐτοῖς ἀπιστίᾳ ταρασσούσῃ τοὺς οὐκ εἰδότας συνιέναι τῶν λεγομένων ταράξωμεν. 12.1n Πρὸ τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώει τῆ θεία γραφῆ τὸν μὴ υνιέντα τὸ κοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆ κʹ ὁμιλία τῆ εἰ τὸν Ἰηοῦν τὸν Ναυῆ. Ἡ μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμά των τῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μεριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται, καὶ τῷ οἵῳ τε γενο μένῳ ἀναβῆναι ἐπὶ τὴν γῆν τὴν ἁγίαν, τὴν ἀληθινὴν, τὴν ὄντως ἀγαθὴν, καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρη μένων τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους λεγόμενα. ἐπεὶ δὲ δύσκολόν ἐστιν εὑρεῖν τὸν οὕτως ὠφελού μενον, βουλόμεθα παραμυθήσασθαι τοὺς ἀκούοντας μὴ ἐκ κακεῖν ἐπὶ ταῖς ἀναγνώσεσι. τίς οὖν ἡ παραμυθία ὑπὲρ τοῦ μὴ ἐκκακεῖν τὸν ἀκούοντα τῶν τοιούτων ἀναγνωσμά των, λεκτέον. ὥσπερ τοίνυν αἱ ἐπῳδαὶ δύναμίν τινα ἔχουσι φυσικὴν, καὶ μὴ νοῶν ὁ κατεπᾳδόμενος λαμβάνει τι ἐκ τῆς ἐπῳδῆς, κατὰ τὴν φύσιν τῶν φθόγγων τῆς ἐπῳδῆς, εἴτε εἰς βλάβην εἴτε εἰς ἴασιν σώματος ἢ ψυχῆς ἑαυτοῦ· οὕτω μοι νόει πάσης ἐπῳδῆς δυνατωτέραν εἶναι τὴν ὀνομασίαν τῶν ἐν ταῖς θείαις γραφαῖς ὀνομάτων.