ἔτι μειράκιον ἐπιβιβάσας τῇ βασιλείᾳ εἰς τὸν ἑαυτοῦ συνήσκει τρόπον. 8.9 Ὅτι οὗτος Ὑπατίαν τὴν Θέωνος θυγατέρα παρὰ μὲν τοῦ πατρὸς ἐξασκῆσαι λέγει τὰ μαθήματα· πολλῷ δὲ κρείττω γενέσθαι τοῦ διδασκάλου, καὶ μάλιστά γε περὶ τὴν ἀστροθεάμονα τέχνην, καὶ καθηγήσασθαι δὲ πολλῶν ἐν τοῖς μαθήμασιν. λέγει δ' ὁ δυσσεβὴς Θεοδοσίου τοῦ νέου βασιλεύοντος διασπασθῆναι τὸ γύναιον ὑπὸ τῶν τὸ ὁμοούσιον πρεσβευόντων. 8.10 Ὅτι κατὰ Οὐάλεντα καὶ Οὐαλεντινιανὸν ἱστορεῖ τὸν Φιλοστόργιον γενέσθαι, ὃς ἄριστος ἰατρῶν ὑπῆρχεν, καὶ παῖδας φῦσαι Φιλάγριόν τε καὶ Ποσειδώνιον. θεάσασθαι δὲ τὸν Ποσειδώνιον ἐν ἰατρικῇ διαπρέποντα. λέγειν δ' αὐτὸν ὅμως οὐκ ὀρθῶς οὐχὶ δαιμόνων ἐπιθέσει τοὺς ἀνθρώπους ἐκβακχεύεσθαι, ὑγρῶν δέ τινων κακοχυμίαν τὸ πάθος ἐργάζεσθαι. μηδὲ γὰρ εἶναι τὸ παράπαν ἰσχὺν δαιμόνων ἀνθρώπων φύσιν ἐπηρεάζουσαν. εὐδοκιμεῖν δὲ καὶ Μάγνον ἐν Ἀλεξανδρείᾳ τὴν αὐτὴν τέχνην μεταχειριζόμενον. 8.11 Ὅτι καὶ ἄκων ὁ δυσσεβὴς Βασίλειόν τε τὸν μέγαν καὶ τὸν θεολόγον Γρηγόριον ἐπὶ σοφίᾳ θαυμάζει. Ναδιανδὸν δὲ τὴν Ναζιανζὸν ἐξονομάζει. τὸν μέντοι γε Λαοδικείας Ἀπολινάριον, ὅσα γε τὰ εἰς τὴν ἱερὰν μάθησιν, ἑκατέρου προτάττει. φησὶ δὲ ὡς Βασίλειος μὲν Ἀπολιναρίου λαμπρότερος ἦν. τῷ δὲ Γρηγορίῳ καὶ παρ' ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὰς εἶχεν ὁ λόγος· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος. 8.12 Ὅτι οὐ μόνον τὸν μέγαν Βασίλειον, ἀλλὰ καὶ τὸν Ἀπολινάριον λέγει πρὸς τὴν ἀπολογίαν Εὐνομίου ἀντιγράψαι. εἶτα πάλιν Εὐνομίου ἐν πέντε λόγοις συμπλακέντος Βασιλείῳ, ἐντυχεῖν ἐκεῖνον τῷ πρώτῳ καὶ βαρυθυμήσαντα λιπεῖν τὸν βίον· οὕτως αὐτῷ τὸ ψεῦδος ἐπὶ πολλῷ τῆς ἀληθείας τετίμηται. 8.13 Ὅτι τῶν εἰρημένων ἁγίων ἀνδρῶν, Βασιλείου καὶ Γρηγορίου, περιφανῶς καὶ ἀναίδην καταψεύδεται· μὴ γὰρ λέγειν αὐτοὺς ἄνθρωπον γεγενῆσθαι τὸν υἱόν, ἀλλ' ἐνοικῆσαι ἀνθρώπῳ, καὶ ταύτῃ διαζυγῆναι τὸν Ἀπολινάριον τῆς μοίρας αὐτῶν. αἰτιᾶται δὲ κἀκεῖνον, οὐκ ἐφ' οἷς τοῖς εὐσεβέσι παρέσχεν αἰτίαν, ἀλλ' εἰς ἑτέραν αὐτὸν κατασύρειν εἰσάγει σπουδήν. λέγει δὲ μετὰ τῶν ἄλλων ὅτι καὶ τὴν τῶν σωμάτων ἀνάστασιν ἀπεκήρυξεν. 8.14 Ὅτι, φησίν, Ἀπολινάριος κατὰ Πορφυρίου γράψας ἐπὶ πολὺ κρατεῖ τῶν ἠγωνισμένων Εὐσεβίῳ κατ' αὐτοῦ, ἀλλὰ καὶ τῶν Μεθοδίου κατὰ τῆς αὐτῆς ὑποθέσεως σπουδασμάτων. 8.15 Λέγει δ' οὖν, οὐκ οἶδ' ὅθεν λαβών, τὸν Ἀπολινάριον ἐπίσκοπον εἶναι, καὶ τὸν Νουᾶτον ἐκ φυλῆς ὁρμᾶσθαι τῶν Φρυγῶν. 8.16 Ὅτι Οὐαλεντινιανὸν καὶ Οὐάλεντα τὴν Κίβαλιν λαχεῖν ἀναγράφει πατρίδα. 8.17 Ὅτι τῶν τὸ ὁμοούσιον δοξαζόντων Θεόδωρος μέν, φησίν, ἐκδηλότατος ἐγεγόνει, τῆς ἐν Θρᾴκῃ ἐφορεύων Ἡρακλείας, καὶ Γεώργιος δέ, Ἀλεξανδρεὺς μὲν τὸ γένος καὶ τῶν ἐκ φιλοσοφίας ὁρμωμένων, τῆς δὲ κατὰ Συρίαν Λαοδικείας ἐπιστατῶν. δεύτεροι μετ' αὐτοὺς τῷ χρόνῳ Εὐστάθιος γηραιὸς ἀνὴρ καὶ τῷ πλήθει αἰδοῖός τε καὶ πιθανός, καὶ δὴ καὶ Βασίλειος, ἀλλὰ γὰρ καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ ὁ Κυζίκου ἐπίσκοπος Ἐλεύσιος· μεθ' ὧν Μαραθώνιος καὶ Μαξιμῖνος, τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας πρεσβύτεροι. 8.18 Ὅτι παραβάλλων τὸν Εὐνόμιον Ἀετίῳ, εἰς μὲν ἰσχὺν ἀποδείξεων καὶ ἑτοιμότητα τῶν πρὸς ἕκαστα ἀπαντήσεων προτάττει Ἀέτιον, ἀτεχνῶς γάρ φησιν ἐπὶ τῆς γλώττης ἄκρας αὐτοῦ ἅπαντα δοκεῖν ἀθρόα κεῖσθαι· σαφηνείᾳ δὲ διδασκαλίας καὶ συμμετρίᾳ καὶ τῷ πρὸς τοὺς μαθησομένους μάλιστα ἁρμοδιωτάτῳ τὸν Εὐνόμιον. 9.τ ΕΚ ΤΗΣ ΕΝΝΑΤΗΣ ΙΣΤΟΡΙΑΣ 9.1 Ὅτι τῷ Φιλοστοργίῳ ὁ ἔννατος λόγος Ἀετίου χειρῶν ὑπερφυῆ ἔργα Εὐνομίου τε καὶ Λεοντίου διαπλάττει· καὶ δὴ καὶ Κανδίδου καὶ Εὐαγρίου καὶ Ἀρριανοῦ καὶ Φλωρεντίου καὶ μάλιστά γε Θεοφίλου τοῦ Ἰνδοῦ, καί τινων ἄλλων οὓς ἡ αὐτὴ τῆς ἀσεβείας λύσσα θερμοτέρους ἐπεδείκνυ. καὶ ταῦτα κατὰ τὸ ἀπιθανώτατον ἀναπλάττοντι οὐδεμία παρῆν αἴσθησις τῆς ἀτοπίας ἀνακουφίζουσα. 9.2 Ὅτι Μωσῆς, φησίν, τοὺς περὶ Ἰαννὴν καὶ Ἰαμβρὴν ἐν ἕλκεσικολασάμενος, καὶ τὴν θατέρου τούτων μητέρα τῷ θανάτῳ παρεπέμψατο. 9.3 Ὅτι Οὐάλης, φησίν, ἐκ τῶν Ἰλλυριῶν