τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτηρίαν αὐτῶν ἴσην καὶ μείζονα τῆς ἰδίας ἡγεῖσθαι σωτηρίας. οὔκουν ταῦτα ἐναντία, ἀλλὰ καὶ μᾶλλον συνᾴδοντα· ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἀγαπᾷ καὶ τὸν δεσπότην, καὶ ἔμπαλιν· καὶ ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. καὶ αὐτὸς ὁ Παῦλός φησιν· πλήρωμα τοῦ νόμου ἡ ἀγάπη, καὶ ὁ κύριος πάλιν περὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τῆς εἰς τὸν πλησίον· ἐν ταύταις, φησί, ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, ὡς κεφάλαιον οὐσῶν τῶν ἄλλων πάντων, τῆς τε εἰς θεὸν καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης. ναί, φησίν· ἀλλ' ἐνταῦθα προκρίνει τὴν τῶν πλησίον ἀγάπην τῆς πρὸς τὸν θεόν, καὶ εὔχεται ἐκεῖνον ἀπαρνήσασθαι καὶ ἐκείνους κερδῆσαι· ὁ δὲ Χριστός φησιν· ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος. ἀλλ' οὐκ ἔστι τοῦτο φιλεῖν ὑπὲρ τὸν Χριστόν. τί γὰρ ἦν τὸ φιλεῖν ἐκείνους; τὸ οἰκειῶσαι αὐτοὺς τῷ Χριστῷ. πῶς οὖν ἐστι φιλεῖν ἐκείνους ὑπὲρ Χριστόν, ὅπου κἀκείνους εἰς τὴν φιλίαν καὶ ὑπακοὴν ἑλκύσαι ἔσπευδε τοῦ Χριστοῦ; μᾶλλον γὰρ ἐπιδεικνύντος τὴν ὑπερβάλλουσαν ἀγάπην ἣν εἶχεν εἰς Χριστόν, ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτόν. ναί, φησίν, εἰ μὴ ἐχώριζεν ἑαυτὸν τοῦ Χριστοῦ λέγων· ηὐχόμην γὰρ αὐτὸς ἐγὼ καὶ ἑξῆς. τί οὖν φαμεν; ἢ ὅτι μὴ γένοιτο, οὐκ ἐχώριζεν· οὐ γὰρ εἶπεν εὔχομαι τοῦτο γενέσθαι, ἀλλὰ διὰ τὸ διάπυρον τοῦ πόθου ὅπερ πρὸς τὸν Χριστὸν εἶχεν, καὶ τὴν σπουδὴν ἣν κατεβάλλετο εἰς τὸ προσαγαγεῖν πάντας αὐτῷ, καὶ μάλιστα τοὺς Ἰουδαίους· οὗτοι γὰρ καὶ συγγενεῖς καὶ μάλιστα ἀντιπίπτοντες ἐτύγχανον. ταῦτα οὖν παραστῆσαι βουλόμενός φησιν, ὅτι εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς ἀπωλείας δοξασθῆναι τὸν Χριστὸν καὶ σωθῆναι τοὺς Ἰουδαίους, οὐδὲ 515 τοῦτο ἂν παρῃτησάμην. ηὐχόμην γάρ, φησίν, εἰ ἐνεχώρει, εἰ ἐνεδέχετο, εἴ τίς μοι ταύτην ἐδίδου τὴν αἵρεσιν· πότερον βούλει διαστῆναι Χριστοῦ ἵνα πᾶν τὸ Ἰουδαίων ἔθνος ἑνωθῇ καὶ δοξασθῇ ὁ Χριστὸς καὶ πληρωθῶσιν αἱ ἐπαγγελίαι τοῦ πατρός, ἢ ἐν τῇ σῇ ἑνώσει ἵνα τὸ Ἰουδαίων ἔθνος στασιάζῃ καὶ διΐσταται καὶ βλασφημεῖται ὁ Χριστός· εἰ οὖν ταῦτα προετίθει, προετίμησα ἄν, φησί, τὴν δόξαν Χριστοῦ καὶ τὴν τῶν πολλῶν σωτηρίαν τῆς ἰδίας. εἶδες ὑπερβολὴν ἀγαπήσεως Χριστοῦ; ἐπειδὴ ἐκ τῶν ὄντων πάντων τὴν ἀγάπην ἐπεδείξατο τοῦ Χριστοῦ, νῦν καὶ ἐκ τῶν μὴ ὄντων μέν, καθ' ὑπόθεσιν δὲ λαμβανομένων, διὰ τοῦ νοήματος τούτου ταύτην παρίστησιν, ὅτι καὶ τὴν ἐμὴν σωτηρίαν ἐν ὑποθέσει ὑπὲρ τῆς δόξης αὐτοῦ καὶ τῆς εἰς αὐτὸν τῶν Ἰουδαίων ἐπιστροφῆς κατεβαλόμην ἄν. καὶ γὰρ διϊστάμενος Παῦλος ὑπὲρ τῆς δόξης Χριστοῦ καὶ τῆς ἐν αὐτῷ τῶν Ἰουδαίων ἑνώσεως, ῥᾷον πάλιν ἡνοῦτο καὶ συνήπτετο, ὥσπερ τις πῶλος μικρὸν τῆς μητρὸς ἀποσπασθείς· καὶ οὕτω πάλιν αὐτός τε ἐσώζετο, καὶ ὁ Χριστὸς ἐπὶ πλέον ἐδοξάζετο, καὶ τὸ Ἰουδαίων ἔθνος ἐσώζετο, καὶ αἱ διαθῆκαι καὶ αἱ ἐπαγγελίαι εἰς πέρας ἤρχοντο· μᾶλλον δέ· οὕτω καὶ ἐπὶ τούτοις διϊστάμενος οὐ διΐστατο, ἀλλὰ πλέον ἡνοῦτο. ἢ οὐ δοκεῖ σοι, ὅτε Τιμόθεον περιέτεμεν, ὅτε αὐτὸς ἡγνίσατο, ὅτε τὰ τοῦ νόμου ἐτέλει τὴν χάριν κηρύσσων, ὅτι τρόπον τινὰ πρὸς τὴν χάριν ἐδόκει διΐστασθαι καὶ ἑαυτῷ ἐναντιοῦσθαι; ἀλλ' οὔτε διΐστατο, οὔτε ἑαυτῷ ἐναντιοῦτο· ὑπὲρ γὰρ τῆς χάριτος καὶ τοῦ προσαγαγεῖν πάντας τῷ Χριστῷ, καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα ἔπραττεν· τοῦτ' ἔστιν ἀγάπης ἀξίας Χριστοῦ, τοῦτ' ἔστι ψυχῆς ὅλης δι' ὅλου εἰς τὸν πόθον ἀναφλεγομένης τοῦ Χριστοῦ. ἄλλως τε δέ· οὐδὲ λέγει ἀνάθεμα γενέσθαι, τοῦτ' ἔστιν ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι τοῦτο γὰρ ἀπευκτότατον , ἀλλὰ ἀνάθεμα εἶναι, τοῦτ' ἔστι κεχωρισμένος ἔτι εἶναι καὶ μήπω τῷ Χριστῷ προσελθεῖν. τοῦτο, φησίν, ηὐχόμην ἄν, τὸ ἐμὲ αὐτὸν μήπω προσελθεῖν τῷ Χριστῷ, ἀλλ' ἔτι κεχωρισμένον αὐτοῦ εἶναι, εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ πίστιν τὴν εἰς αὐτὸν συνετέλει· μὴ γὰρ ὅτι προσῆλθον Χριστῷ, διὰ τοῦτο καὶ ὑμᾶς με προσκαλεῖσθαι νομίσητε, φησίν· καὶ πρὸ ἐμοῦ ὑμᾶς ἐβουλόμην προσδραμεῖν αὐτῷ.