ἐστὶ καὶ ἐν τοῖς οὖσιν ἔχει τὸ τῆς ἀληθείας καταληπτικόν (καὶ γὰρ νοημάτων ἐφάπτεται καὶ ἐν νοήσεσιν ὑφέστηκεν)· οἱ δὲ θεοὶ πάντων εἰσὶν ἐπέκεινα τῶν ὄντων. οὔτε οὖν δοξαστὸν τὸ θεῖον οὔτε διανοη τὸν οὔτε νοητόν. πᾶν γὰρ τὸ ὂν ἢ αἰσθητόν ἐστι, καὶ διὰ τοῦτο δοξαστόν· ἢ ὄντως ὄν, καὶ διὰ τοῦτο νοητόν· ἢ μεταξὺ τούτων, ὂν ἅμα καὶ γενητόν, καὶ διὰ τοῦτο διανοητόν. εἰ οὖν οἱ θεοὶ ὑπερούσιοι καὶ πρὸ τῶν ὄντων ὑφεστήκασιν, οὔτε δόξα ἔστιν αὐτῶν οὔτε ἐπιστήμη καὶ διάνοια οὔτε νόησις. ἀλλ' ἀπὸ τῶν ἐξηρτημένων οἷαί πέρ εἰσιν αὐτῶν αἱ ἰδιότητες γνωρίζονται, καὶ τοῦτο ἀναγκαίως. κατὰ γὰρ τὰς τῶν μετ εχομένων ἰδιότητας καὶ αἱ τῶν μετεχόντων συνδιαιροῦνται δια φορότητες, καὶ οὔτε πᾶν μετέχει παντός (οὐ γὰρ ἔστι σύνταξις τῶν πάντῃ ἀνομοίων) οὔτε τὸ τυχὸν τοῦ τυχόντος μετέχει, ἀλλὰ τὸ συγγενὲς ἑκάστῳ συνῆπται καὶ ἀφ' ἑκάστου πρόεισιν. 124 Πᾶς θεὸς ἀμερίστως μὲν τὰ μεριστὰ γινώσκει, ἀχρόνως δὲ τὰ ἔγχρονα, τὰ δὲ μὴ ἀναγκαῖα ἀναγκαίως, καὶ τὰ μεταβλητὰ ἀμεταβλήτως, καὶ ὅλως πάντα κρειττόνως ἢ κατὰ τὴν αὐτῶν τάξιν. εἰ γὰρ ἅπαν, ὅ τι περ ἂν ᾖ παρὰ τοῖς θεοῖς, κατὰ τὴν αὐτῶν ἔστιν ἰδιότητα, δῆλον δήπουθεν ὡς οὐχὶ κατὰ τὴν τῶν χειρόνων φύσιν ἐν τοῖς θεοῖς οὖσα ἡ γνῶσις αὐτῶν ἔσται, ἀλλὰ κατὰ τὴν αὐτῶν ἐκείνων ἐξῃρημένην ὑπεροχήν. ἑνοειδὴς ἄρα καὶ ἀπαθὴς ἡ γνῶσις ἔσται τῶν πεπληθυσμένων καὶ παθητῶν. εἰ ἄρα καὶ τὸ γνωστὸν εἴη μεριστόν, ἀλλ' ἡ θεία γνῶσις ἀμέριστος καὶ ἡ τῶν μεριστῶν· καὶ εἰ μεταβλητόν, ἀμετάβλητος· καὶ εἰ ἐνδεχό μενον, ἀναγκαία· καὶ εἰ ἀόριστον, ὡρισμένη. οὐ γὰρ ἀπὸ τῶν χειρόνων εἰσδέχεται τὸ θεῖον τὴν γνῶσιν, ἵνα οὕτως ἡ γνῶσις ἔχῃ, ὡς τὸ γνωστὸν ἔχει φύσεως. ἀλλὰ τὰ χείρονα περὶ τὸ ὡρισμένον τῶν θεῶν ἀορισταίνει, καὶ περὶ τὸ ἀμετάβλητον μεταβάλλει, καὶ τὸ ἀπαθὲς παθητικῶς ὑποδέχεται καὶ τὸ ἄχρονον ἐγχρόνως. τοῖς μὲν γὰρ χείροσιν ἀπὸ τῶν κρειττόνων παρεκβαίνειν δυνατόν, τοῖς δὲ θεοῖς εἰσδέχεσθαί τι παρὰ τῶν χειρόνων οὐ θέμις. 125 Πᾶς θεός, ἀφ' ἧς ἂν ἄρξηται τάξεως ἐκφαίνειν ἑαυτόν, πρόεισι διὰ πάντων τῶν δευτέρων, ἀεὶ μὲν πληθύνων τὰς ἑαυτοῦ μεταδόσεις καὶ μερίζων, φυλάττων δὲ τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως. αἱ μὲν γὰρ πρόοδοι δι' ὑφέσεως γινόμεναι τὰ πρῶτα πανταχοῦ πληθύνουσιν εἰς τὰς τῶν δευτέρων ὑποβάσεις, τὰ δὲ προϊόντα κατὰ τὴν πρὸς τὰ παράγοντα ὁμοιότητα τὴν ἑαυτῶν ὑποδέ χεται διάταξιν, ὥστε τὸ ὅλον ταὐτόν πως εἶναι, καὶ ἕτερον τὸ προϊὸν τῷ μένοντι, διὰ μὲν τὴν ὕφεσιν ἀλλοῖον φαινόμενον, διὰ δὲ τὴν συνέχειαν τὴν πρὸς ἐκεῖνο τῆς ταυτότητος οὐκ ἐξιστά μενον, οἷον δέ ἐστιν ἐκεῖνο ἐν τοῖς πρώτοις, τοιοῦτον ἐν τοῖς δευτέροις ὑφιστάμενον αὐτό, καὶ τῆς σειρᾶς τὴν ἀδιάλυτον κοι νωνίαν διαφυλάττον. ἐκφαίνεται μὲν οὖν ἕκαστος τῶν θεῶν οἰκείως ταῖς τάξεσιν, ἐν αἷς ποιεῖται τὴν ἔκφανσιν, πρόεισι δὲ ἐντεῦθεν ἄχρι τῶν ἐσχάτων διὰ τὴν γεννητικὴν τῶν πρώτων δύναμιν· πληθύνεται δὲ ἀεὶ διὰ τὴν πρόοδον ἀφ' ἑνὸς εἰς πλῆθος γινομένην, φυλάττει δὲ τὸ ταὐτὸν ἐν τῇ προόδῳ διὰ τὴν ὁμοιό τητα τῶν προϊόντων πρὸς τὸ ἑκάστης σειρᾶς ἡγεμονοῦν καὶ πρωτουργὸν αἴτιον. 126 Πᾶς θεὸς ὁλικώτερος μέν ἐστιν ὁ τοῦ ἑνὸς ἐγγυτέρω, μερικώτερος δὲ ὁ πορρώτερον. τοῦ γὰρ πάντα παράγοντος ὁ πλειόνων αἴτιος ἐγγυτέρω, ὁ δὲ ἐλαττόνων πορρωτέρω· καὶ ὁ μὲν πλειόνων αἴτιος ὁλικώτερος, ὁ δὲ ἐλαττόνων μερικώτερος. καὶ ἑκάτερος μὲν ἑνάς ἐστιν· ἀλλ' ὁ μὲν δυνάμει μείζων, ὁ δὲ ἐλάττων κατὰ τὴν δύναμιν. καὶ οἱ μερικώτεροι γεννῶνται ἐκ τῶν ὁλικωτέρων οὔτε μεριζομένων ἐκείνων (ἑνάδες γάρ) οὔτε ἀλλοιουμένων (ἀκίνητοι γάρ) οὔτε σχέσει πληθυνομένων (ἀμιγεῖς γάρ), ἀλλ' ἀφ' ἑαυτῶν δευτέρας ἀπογεννώντων προόδους διὰ δυνάμεως περιουσίαν, ὑφειμένας τῶν πρὸ αὐτῶν. 127 Πᾶν τὸ θεῖον ἁπλοῦν πρώτως ἐστὶ καὶ μάλιστα, καὶ διὰ τοῦτο αὐταρκέστατον. ὅτι μὲν γὰρ ἁπλοῦν, ἐκ τῆς ἑνώσεως φανερόν· ἑνικώτατον γάρ ἐστι πᾶν, τὸ δὲ τοιοῦτον διαφερόντως ἁπλοῦν. ὅτι δὲ αὐταρκέστατον, μάθοι τις ἂν ἐννοήσας ὅτι τὸ μὲν σύνθετον ἐνδεές ἐστιν, εἰ καὶ μὴ τῶν ἄλλων, ὧν ἐστιν ἔξω, ἀλλ' ἐκείνων γε, ἐξ ὧν συνετέθη· τὸ δὲ ἁπλούστατον καὶ ἑνιαῖον καὶ τὸ ἓν τῷ ἀγαθῷ