26
τὸν πλάνον, πάθη τινὰ ξυνεκλήρωσε τοῖς στοιχείοις, ἵνα τὸ μὲν κάλλος αὐτῶν καὶ τὸ μέγεθος θαυμάζεσθαι παρασκευάζῃ τὸν ποιητήν, τὰ δέ γε ξυνεζευγμένα παθήματα κωλύῃ τὴν θείαν αὐτοῖς προσφέρειν 3.12 προσκύνησιν. Αὐτίκα τοίνυν τὸν φανότατον ἥλιον καὶ τὴν σελήνην κρύπτει μὲν νέφη σμικρά, ὀμίχλη δὲ καὶ ἀχλὺς ἀμβλυτέρας αὐτοῖν τὰς ἀκτῖνας ποιεῖ, ἔστι δὲ ὅτε καὶ πάμπαν μεσούσης ἡμέρας, οὔτε νεφῶν ἐπιπροσθούντων οὔτε κεχυμένης ὁμίχλης, φροῦδον γίνεται τοῦ ἡλίου τὸ φῶς· ταὐτὸ δὲ τοῦτο καὶ τῇ σελήνῃ 3.13 νύκτωρ τὸ πάθος προσγίνεται. Ἀτὰρ δὴ καὶ τόδε πάλιν ὁ σοφὸς 3.13 ἐμηχανήσατο Κύριος. Ἐπειδὴ γὰρ ἡ μετρία τοῦ ἡλίου θερμότης καὶ σώμασιν ἐπιτηδεία καὶ σπέρμασι καὶ φυτοῖς-τὰ μὲν γὰρ αὔξει καὶ τρέφει, τοὺς δὲ καρποὺς πεπαίνει καὶ ὡρίμους ποιεῖ-, σφοδροτέραν ἔστιν ὅτε παρασκευάζει προσβάλλειν τὴν ἀκτῖνα, ὡς ἀνιᾶσαι μὲν τῶν ἀνθρώπων τὰ σώματα καὶ τῶν ἄλλων γε ζῴων, διαφθεῖραι δὲ τῶν σπερμάτων καὶ τῶν φυτῶν τὰς ὠδῖνας, ἵνα μὴ ζωῆς τοῦτον ὑπολάβωμεν αἴτιον, ἀλλ' ὑπουργὸν εἶναι πιστεύω 3.14 μεν τοῦ θείου θελήματος. Καὶ μέντοι καὶ τὸν ἀέρα ζωῆς μὲν ἡμῖν ἀπέφηνε ξυνεργόν· τοῦτον γάρ τοι οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ τῶν ἀλόγων ἕκαστον ἀναπνέον διαζῇ, καὶ τῇ εἰσροῇ τὴν ἔμφυτον κεράννυσι θερμασίαν· ἀλλ' ὅμως καὶ λοιμώδης ἐκ τοῦ ἀέρος ἐπιγίνεται νόσος, καὶ φθείρεται τὰ σώματα τῇ εὐκρασίᾳ τῇ τούτου τρεφόμενα, ὅπως ἂν μὴ καὶ τοῦτον θεὸν ὑπολάβωμεν, ἀλλὰ τρεπτὸν καὶ ἀλλοιωτὸν ὁρῶντες ἀποδράσωμεν τὴν προσκύ 3.15 νησιν. Καὶ τὴν γῆν δὲ ὡσαύτως φερέσβιον μὲν καὶ πλουτοδότει ραν καὶ μητέρα καὶ τιθήνην καὶ κοινὸν ἔδαφος ἀπέφηνεν ὁ δημι ουργός· ἀλλ' ὡς ἂν μὴ ταῦτα ὁρῶντες ἀποβουκοληθῶμεν καὶ θεοποιήσωμεν ὡς ἀγαθῶν χορηγόν, πολλὰ καὶ ταύτῃ καὶ διάφορα ξυνεκλήρωσε πάθη· καὶ γὰρ ψυχρότητος αὐτῇ καὶ θερμότητος ἀμετρία λυμαίνεται, καὶ πέρα τῆς χρείας ὑομένη διαλύεται καὶ διαφθείρει καὶ τὰ φυτὰ καὶ τὰ σπέρματα· καὶ αὖ πάλιν, τῶν νεφῶν κατὰ καιρὸν τὰς ὠδῖνας οὐ προχεόντων, διαυαίνεταί τε καὶ ἄκαρπος γίνεται· πολλάκις δὲ καὶ ψεκάδες οὐκ εἰς καιρὸν φερόμεναι σηπεδόνα ἐμποιοῦσι, καὶ κνώδαλα ἄττα καὶ θηρία 3.16 τίκτειν ἐπὶ λύμῃ τῶν ἀνθρώπων βιάζεται. Τοιγαροῦν ταύτην ὁρῶντες τὴν ἀσθένειαν οἱ τὸν νοῦν ἐρρωμένοι, προσκυνεῖν ὡς θεὸν οὐκ ἀνέχονται, ἀλλὰ διά γε ταύτης καὶ τῶν ἐν αὐτῇ φυομέ νων πρὸς τὸν ταύτης καὶ τὸν τούτων ποιητὴν ξεναγοῦνται καὶ διὰ τῶν ὁρωμένων πρὸς τὸν ἀόρατον ποδηγοῦνται. Ταύτῃ τοι μάλα σοφῶς ἄρα καὶ ἐπηβόλως ἔφη τις τῶν ἡμετέρων· "Ἐκ γὰρ μεγέ θους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται." Οὐ γὰρ οἷα τὰ ποιήματα, τοιοῦτος ὁ ποιητής, οὐδὲ ἡλίκα ταῦτα, τηλικοῦτος ἐκεῖνος· τὰ μὲν γὰρ ὁρατὰ καὶ ἁπτὰ καὶ αἰσθητὰ καί τισι πάθεσι ξυνεζευγμένα, ὁ δὲ ἀναφὴς καὶ ἀόρατος ἀπαθής τε καὶ ἄφθαρτος καὶ περιγραφὴν οὐχ ὑπομένων 3.17 ὥσπερ δὴ τὰ ποιήματα. ∆ιὸ δὴ μάλα γε ἁρμοδίως τὸ "ἀναλόγως" τῷ λόγῳ προστέθεικεν. Ὅταν γὰρ ἴδωμεν τῶν οὐρανῶν τὰ κύτη καὶ τῆς γῆς τὸ εὖρος καὶ τῶν πελαγῶν τὰ μεγέθη καὶ τὴν ἡλίου λαμπρότητα καὶ τῆς σελήνης τὸ σέλας καὶ τἄλλα ὅσα ἐστὶν ὁρατά, οὐ τούτοις παρισοῦμεν τὸν ποιητήν, ἀλλ' ἀπείρῳ τινὶ καὶ μεγέθει καὶ κάλλει κρείττονα τῶν ποιημάτων εἶναί φα 3.18 μεν. Εἰκότως οὖν ἄρα ὁ σοφὸς ἐκεῖνος ἀνὴρ ἔφησεν· "Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται." Τοῦτον ἐμπεδοῖ τὸν λόγον καὶ ὁ θεῖος ἀπό στολος, λέγων ὡδί· "Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις 3.19 καὶ θειότης." ∆ιὰ γὰρ δὴ τῶν ὁρωμένων τὸν ἀόρατον φανταζό μεθα ποιητήν. Καὶ καθάπερ κιβωτὸν ἢ βάθρον ὁρῶντες, οὐ τέ κτονα ταῦτα καλοῦμεν, ἀλλὰ τέκτονος ὀνομάζομεν ἔργα, καὶ σκάφος ἄριστα κατεσκευασμένον θεώμενοι, οὐ μόνον ἐκεῖνο θαυ μάζομεν, ἀλλὰ καὶ τὸν ναυπηγόν, ὅτι μάλιστα καὶ μὴ παρόντα, ἐπαινοῦμεν, κἂν ὅρμον ἴδωμεν ἢ ἄλλο τι περιδέραιον εὖ ἠσκημέ νον, τῷ χρυσοχόῳ τὴν εὐφημίαν προσφέρομεν· οὕτω δὴ καὶ