26
ςʹ. -Περὶ Νέπωτος. Νέπως δὲ, τῆς Αἰγυπτιακῆς ἐπίσκοπος πόλεως, κατὰ μὲν τὰ ἄλλα πάντα τοῖς τῆς Ἐκκλησίας δό γμασι συνεφώνει, περὶ δὲ τὰς θείας ἐπαγγελίας ἡμάρτανεν, ἐν τῇ γῇ ταύτας ἡγούμενος ἔσεσθαι, καὶ βρῶσιν, καὶ πόσιν, καὶ τὰς Ἰουδαϊκὰς ἑορτὰς, καὶ χιλίων ἐτῶν περιόδους ἐν τούτοις δαπανωμένας. Κατὰ τούτου πάλιν συνέγραψε ∆ιονύσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ἐν μὲν τοῖς ἄλλοις ἐπαινῶν, ἐν δὲ τούτοις διελέγχων τὸν πλάνον. Ταῦτα μὲν μεταξὺ τῶν ἀρνουμένων τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἀνθρωπότητα, καὶ τῶν ψιλὸν ἄνθρωπον ἀποκαλούντων τὸν καὶ Θεὸν ὑπάρχοντα 83.409 προαιώνιον, ἀνεφύη τὰ δόγματα. Καὶ τούτων δὲ τὰ πλεῖστα, εὐθὺς βλαστήσαντα ἐμαράνθη, καὶ αὖα μεμένηκε. Τίς γὰρ οἶδέ τινα νῦν ἀπὸ Νέπωτος, ἢ Νικολάου, ἢ Νοητοῦ, ἢ Πρόκλου προσαγορευό μενον; Μοντανιστῶν δὲ, καὶ Ναυατιανῶν, καὶ Τεσ σαρεσκαιδεκατιτῶν, ἀπήλλακται μὲν ἡ Ἑῴα παντά πασιν, ἀπήλλακται δὲ καὶ Αἴγυπτος, καὶ Λιβύη, ἐλευθέρα δὲ τούτων καὶ ἡ Ἑσπέρα· μόρια δὲ σμικρὰ τῆς Ἀσιανῆς, καὶ τῆς Ποντικῆς, τὰ τούτων ἔχοντά εἰσι ζιζάνια. Οὔτε γὰρ ὁ Πολεμωνιακὸς Πόντος, οὔτ' Ἑλενόποντος, οὔτε αἱ Ἀρμενίαι, οὔτε αἱ Καππαδοκίαι, οὐ Λυκαονία, οὐ Πισιδία, οὐ Παμφυλία, οὐ Λυκία, οὐ Καρία δὲ, τάσδε τὰς αἱρέσεις ἐδέξαντο. Τῶν δὲ τὴν ἀλήθειαν πρεσβευόντων πλήρεις μὲν αἱ ἤπειροι, πλήρη δὲ καὶ αὐτὰ τῆς οἰκουμένης τὰ τέρ ματα. Ἀληθὴς γὰρ τοῦ Θεοῦ τῶν ὅλων ἡ πρόῤῥησις, ἣν διὰ τῆς προφητικῆς ἐποιήσατο γλώττης, πρὸς τὸν Σωτῆρα λέγων· "Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς." Συνῳδὰ δὲ τῷ Ἡσαΐᾳ καὶ ὁ μα κάριος λέγει ∆αβίδ· "Κατακυριεύσει γὰρ, φησὶν, ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης." Ἐνώπιον αὐτοῦ προ πεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι. -Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασι λεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ." Αἱ δὲ προῤῥήσεις αὗται διὰ τῆς Ἐκκλησίας τὸ πέρας ἐδέξαντο. Ἡ δὲ τῶν αἱρετικῶν διδασκαλία, ἡ μὲν πρόῤῥιζος ἀνεσπάσθη, ἡ δὲ τῶν ἡμιξήρων φυτῶν οὐδὲ διενήνοχεν, ἐν πόλεσιν ὀλίγαις καὶ κώμαις μεμενηκυῖα, καὶ τὸ τῶν συντεθεικότων ἀσθενὲς καὶ ψευδὲς ὑποφαίνουσα. Κύριος γὰρ "διασκεδάζει ση μεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας, καὶ ἱστᾷ ῥήματα παιδὸς αὑτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὑτοῦ δείκνυσιν ἀληθῆ." Καὶ, "∆ιασκεδάζει βουλὰς ἐθνῶν, καὶ ἀθετεῖ λογισμοὺς λαῶν· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει· λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Μακάριον οὖν τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτοῦ." ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ. Πρόλογος. αʹ. Περὶ Ἀρείου. βʹ. Περὶ Εὐδοξίου. γʹ. Περὶ Εὐνομίου καὶ Ἀετίου. δʹ. Περὶ Ψαθυριανῶν, καὶ τῶν ἄλλων ἐκ τῆς Ἀρείου καταγομένων αἱρέσεως. εʹ. Περὶ Μακεδονιανῶν. ϛʹ. Περὶ ∆ονατιστῶν. ζʹ. Περὶ Μελετιανῶν. ηʹ. Περὶ Ἀπολιναρίου. θʹ. Περὶ Πολεμιανῶν, καὶ τῶν ἄλλων Ἀπολι ναριστῶν. ιʹ. Περὶ Αὐδιανῶν. ιαʹ. Περὶ Μεσσαλιανῶν, ἤγουν Εὐχιτῶν, καὶ Ἐνθουσιαστῶν. ιβʹ. Περὶ Νεστορίου. ιγʹ. Περὶ Εὐτύχεος. ΠΡΟΛΟΓΟΣ.